호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ δίκαια τῷ φιλοδικαίῳ καὶ ὅλωσ τὰ κατ’ ἀρετὴν τῷ φιλαρέτῳ. τοῖσ μὲν οὖν πολλοῖσ τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει τοιαῦτ’ εἶναι, τοῖσ δὲ φιλοκάλοισ ἐστὶν ἡδέα τὰ φύσει ἡδέα· τοιαῦται δ’ αἱ κατ’ ἀρετὴν πράξεισ, ὥστε καὶ τούτοισ εἰσὶν ἡδεῖαι καὶ καθ’ αὑτάσ. οὐδὲν δὴ προσδεῖται τῆσ ἡδονῆσ ὁ βίοσ αὐτῶν ὥσπερ περιάπτου τινόσ, ἀλλ’ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ. πρὸσ τοῖσ εἰρημένοισ γὰρ οὐδ’ ἐστὶν ἀγαθὸσ ὁ μὴ χαίρων ταῖσ καλαῖσ πράξεσιν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기