Aristotle, Nicomachean Ethics, Book 1 35:

(아리스토텔레스, 니코마코스 윤리학, Book 1 35:)

ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν. οἱ δὴ κομίσαντεσ τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέασ ἐν οἷσ τὸ πρότερον καὶ ὕστερον ἔλεγον, διόπερ οὐδὲ τῶν ἀριθμῶν ἰδέαν κατεσκεύαζον· τὸ δ’ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί ἐστι καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρόσ τι, τὸ δὲ καθ’ αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρόσ τι παραφυάδι γὰρ τοῦτ’ ἐοίκε καὶ συμβεβηκότι τοῦ ὄντοσ·

상위

Book 1

목록

SEARCH

MENU NAVIGATION