호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι, καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν, ἐπὶ καιναῖσιν δ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.? ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε, τίν ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ ὅτῳ κνισῶμεν ἀγυιάς· τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα. καὶ ποῦ στιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας· ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις. πῶς ἂν ἴδοιμεν· ποίαν <τιν> ἔχει σκευήν· ποῖος γεγένηται· οἱό῀ς περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. ὄψεσθε δέ: καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων. ἀλλ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν ὁ κλεινὸς Δῆμος ἐνοικεῖ. ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι, δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον. ὅδ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός, οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος. χαῖρ ὦ βασιλεῦ τῶν Ἑλλήνων: καί σοι ξυγχαίρομεν ἡμεῖς. τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ν Μαραθῶνι τροπαίου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기