호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, καὶ μίαν λέξαι τιν αὐτῶν ἥτις ἦν γεραιτέρα:? οὐδὲ πυνθάνεσθε ταῦτ ὦ παρθένοι τἀν τῇ πόλει· φασὶν αἰτεῖσθαί τιν ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον: ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, καί τιν εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει: ἀποτρόπαἰ οὐ δῆτ ἐμοῦ γ ἄρξει ποτ, ἀλλ ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖς ἐνταῦθα καταγηράσομαι: οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ ὦ θεοί, εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. ἢν δ ἀρέσκῃ ταῦτ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ ἐς τὸ Θησεῖον πλεούσαις ἢ πὶ τῶν σεμνῶν θεῶν. οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει: ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται, τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기