호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ:? εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς, ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα. κἄγωγ ὦ Δῆμ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς ἑψοίμην ἐν περικομματίοις: κεἰ μὴ τούτοισι πέποιθας, ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ, καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν. καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης· ὃς πρῶτα μὲν ἡνίκ ἐβούλευον σοὶ χρήματα πλεῖστ ἀπέδειξα ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ ἄγχων τοὺς δὲ μεταιτῶν, οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην. τοῦτο μὲν ὦ Δῆμ οὐδὲν σεμνόν: κἀγὼ γὰρ τοῦτό σε δράσω. ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω. ὡς δ οὐχὶ φιλεῖ ς οὐδ ἔστ εὔνους, τοῦτ αὐτό σε πρῶτα διδάξω, ἀλλ ἢ διὰ τοῦτ αὔθ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι, καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας, ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως, οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ ἐπαναίρου, κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι. ἄνθρωπε τίς εἶ· μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων· τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον. ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι. καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες. καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι. καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ ἐν ταῖς φιδάκναισι καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις, ἀλλὰ καθείρξας αὐτὸν βλίττεις· Ἀρχεπτολέμου δὲ φέροντος τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται. ἵνα γ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν ὡς τοῦτον δεῖ ποτ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι, ἢν ἀναμείνῃ: πάντως δ αὐτὸν θρέψω γὼ καὶ θεραπεύσω, ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει. οὐχ ἵνα γ ἄρξῃ μὰ Δί Ἀρκαδίας προνοούμενος, ἀλλ ἵνα μᾶλλον σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου, ἀλλ ὑπ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ. ἢν δέ ποτ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ, γνώσεται οἱών ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου: εἶθ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων. ἃ σὺ γιγνώσκων τόνδ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ. οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ ἔστ ἐμὲ καὶ διαβάλλειν πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη· ὦ πόλις Ἄργους κλύεθ οἱᾶ λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις· ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ, καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, ἀφελών τ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν: σὺ δ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων. κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ Ἀχιλλείων ἀπομάττει. οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμ ἐστίν μ ὑπὸ τούτου, ὁτιή σε φιλῶ· παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά. πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων. μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς, ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς τῶν εὐθυνῶν ἐκκαυλίζων καταβροχθίζει, κἀμφοῖν χειροῖν μυστιλᾶται τῶν δημοσίων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기