호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίνες οἱ βοῶντες·? οὐκ ἄπιτ ἀπὸ τῆς θύρας· τὴν εἰρεσιώνην μου κατεσπαράξατε. τίς ὦ Παφλαγὼν ἀδικεῖ σε· διὰ σὲ τύπτομαι ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων. τιή· ὁτιὴ φιλῶ ς ὦ Δῆμ ἐραστής τ εἰμὶ σός. σὺ δ εἶ τίς ἐτεόν· ἀντεραστὴς τουτουί, ἐρῶν πάλαι σου βουλόμενός τέ ς εὖ ποιεῖν, ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. ἀλλ οὐχ οἱοί῀ τ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις: τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει, σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως. : εὖ γὰρ ποιῶ τὸν δῆμον. εἰπέ νυν τί δρῶν· ὅ τι· τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον. ἐγὼ δὲ περιπατῶν γ ἀπ ἐργαστηρίου ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην. καὶ μὴν ποιήσας αὐτίκα μάλ ἐκκλησίαν ὦ Δῆμ ἵν εἰδῇς ὁπότερος νῷν ἐστί σοι εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς. ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ν τῇ πυκνί. οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. ἀλλ ἐς τὸ πρόσθε. χρὴ παρεῖν ἐς τὴν πύκνα. οἴμοι κακοδαίμων ὡς ἀπόλωλ. ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος, ὅταν δ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας, κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기