- 텍스트

Aristotle, Lyric-Scene, iambics

(아리스토텔레스, Lyric-Scene, iambics)

καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται, ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν, ὡς δὴ καταπιόμενός με.? μορμὼ τοῦ θράσους. εἰ μή ς ἀπολέσαιμ, εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ. ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις, ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα. οὔτοι μὰ τὴν Δήμητρ, ἐὰν μή ς ἐκφάγω ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι. ἣν μὴ κφάγῃς· ἐγὼ δέ γ, ἢν μή ς ἐκπίω κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ. ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου. ἰδοὺ προεδρίαν: οἱο῀ν ὅψομαί ς ἐγὼ ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον. ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν. ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν· ἐπὶ τῷ φάγοις ἥδιστ ἄν· ἐπὶ βαλλαντίῳ· ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα. ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία. ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην. κἀγὼ δέ ς ἕλξω καὶ διαβαλῶ πλείονα. ἀλλ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται: ἐγὼ δ ἐκείνου καταγελῶ γ ὅσον θέλω. ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας. ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται. κᾆθ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς. μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης, αὐτὸς δ ἐκείνου τριπλάσιον κατέσπακας. καὶ νὴ Δί ὑπό γε δεξιότητος τῆς ἐμῆς δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν. χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται. οὐκ ὦγάθ ἐν βουλῇ με δόξεις καθυβρίσαι. ἰώμεν ἐς τὸν δῆμον. οὐδὲν κωλύει: ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω. ὦ Δῆμε δεῦρ ἔξελθε. νὴ Δί ὦ πάτερ ἔξελθε δῆτ. ὦ Δημίδιον <ὦ> φίλτατον ἔξελθ, ἵν εἰδῇς οἱᾶ περιυβρίζομαι. τίνες οἱ βοῶντες· οὐκ ἄπιτ ἀπὸ τῆς θύρας· τὴν εἰρεσιώνην μου κατεσπαράξατε. τίς ὦ Παφλαγὼν ἀδικεῖ σε· διὰ σὲ τύπτομαι ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων. τιή· ὁτιὴ φιλῶ ς ὦ Δῆμ ἐραστής τ εἰμὶ σός. σὺ δ εἶ τίς ἐτεόν· ἀντεραστὴς τουτουί, ἐρῶν πάλαι σου βουλόμενός τέ ς εὖ ποιεῖν, ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. ἀλλ οὐχ οἱοί῀ τ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις: τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει, σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως. : εὖ γὰρ ποιῶ τὸν δῆμον. εἰπέ νυν τί δρῶν· ὅ τι· τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον. ἐγὼ δὲ περιπατῶν γ ἀπ ἐργαστηρίου ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην. καὶ μὴν ποιήσας αὐτίκα μάλ ἐκκλησίαν ὦ Δῆμ ἵν εἰδῇς ὁπότερος νῷν ἐστί σοι εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς. ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ν τῇ πυκνί. οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. ἀλλ ἐς τὸ πρόσθε. χρὴ παρεῖν ἐς τὴν πύκνα. οἴμοι κακοδαίμων ὡς ἀπόλωλ. ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος, ὅταν δ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας, κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION