호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἄγωγ ὅτε δὴ γνων τοῖς βολίτοις ἡττημένος, διακοσίαισι βουσὶν ὑπερηκόντισα, τῇ δ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθ ἑκατὸν τοὐβολοῦ.? ἐκαραδόκησεν εἰς ἔμ ἡ βουλὴ πάλιν. ὁ δὲ ταῦτ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα. κᾆθ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. οἱ δ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες: ὁ δ ἠντεβόλει γ αὐτοὺς ὀλίγον μεῖναι χρόνον, ἵν ἅτθ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει πύθησθ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων. οἱ δ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον: νυνὶ περὶ σπονδῶν· ἐπειδή γ ὦ μέλε ᾔσθοντο τὰς ἀφύας παρ ἡμῖν ἀξίας. οὐ δεόμεθα σπονδῶν: ὁ πόλεμος ἑρπέτω. ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι: εἶθ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. ἐγὼ δὲ τὰ κορίανν ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτεἰ ὅς ἦν ἐν τἀγορᾷ: ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην. οἱ δ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기