- 텍스트

Aristotle, Lyric-Scene, iambics

(아리스토텔레스, Lyric-Scene, iambics)

καὶ μὴν ἀκοῦσαί γ ἄξιον τῶν πραγμάτων.? εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ ἱέμην: ὁ δ ἄρ ἔνδον ἐλασίβροντ ἀναρρηγνὺς ἔπη τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων, κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων πιθανώταθ: ἡ βουλὴ δ ἅπας ἀκροωμένη ἐγένεθ ὑπ αὐτοῦ ψευδατραφάξυος πλέα, κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ ἀνέσπασεν. κἄγωγ ὅτε δὴ γνων ἐνδεχομένην τοὺς λόγους καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην, ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ ἐγώ, Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, ἀγορά τ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε φωνήν τ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ. κἀγὼ προσέκυσα: κᾆτα τῷ πρωκτῷ θενὼν τὴν κιγκλίδ ἐξήραξα κἀναχανὼν μέγα ἀνέκραγον: ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι: ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη, οὐπώποτ ἀφύας εἶδον ἀξιωτέρας. τῶν δ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν: εἶτ ἐστεφάνουν μ εὐαγγέλια: κἀγὼ φρασα αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ, ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. οἱ δ ἀνεκρότησαν καὶ πρὸς ἔμ ἐκεχήνεσαν. ὁ δ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα οἶς ἥδεθ ἡ βουλὴ μάλιστα ῥήμασιν, γνώμην ἔλεξεν: ἄνδρες, ἤδη μοι δοκεῖ ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ. ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. κἄγωγ ὅτε δὴ γνων τοῖς βολίτοις ἡττημένος, διακοσίαισι βουσὶν ὑπερηκόντισα, τῇ δ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθ ἑκατὸν τοὐβολοῦ. ἐκαραδόκησεν εἰς ἔμ ἡ βουλὴ πάλιν. ὁ δὲ ταῦτ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα. κᾆθ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. οἱ δ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες: ὁ δ ἠντεβόλει γ αὐτοὺς ὀλίγον μεῖναι χρόνον, ἵν ἅτθ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει πύθησθ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων. οἱ δ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον: νυνὶ περὶ σπονδῶν· ἐπειδή γ ὦ μέλε ᾔσθοντο τὰς ἀφύας παρ ἡμῖν ἀξίας. οὐ δεόμεθα σπονδῶν: ὁ πόλεμος ἑρπέτω. ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι: εἶθ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. ἐγὼ δὲ τὰ κορίανν ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτεἰ ὅς ἦν ἐν τἀγορᾷ: ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην. οἱ δ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION