- 텍스트

Aristotle, Parodos, trochees

(아리스토텔레스, Parodos, trochees)

ἄνδρες ἱππῆς παραγένεσθε:? νῦν ὁ καιρός. ὦ Σίμων, ὦ Παναίτι οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας· ἅνδρες ἐγγύς. ἀλλ ἀμύνου κἀπαναστρέφου πάλιν. ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. ἀλλ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ. παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς, καὶ πανοῦργον καὶ πανοῦργον: πολλάκις γὰρ αὔτ ἐρῶ. καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα: εὐλαβοῦ δὲ μὴ κφύγῃ σε: καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων. ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα, παραβοηθεῖθ, ὡς ὑπ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν. ἐν δίκῃ γ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις, κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν, ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων, κἄν τιν αὐτῶν γνῷς ἀπράγμον ὄντα καὶ κεχηνότα, καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας εἶτ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας: καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν, πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. ξυνεπίκεισθ ὑμεῖς· ἐγὼ δ ἄνδρες δι ὑμᾶς τύπτομαι, ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν. ὡς δ ἀλαζών, ὡς δὲ μάσθλης: εἶδες οἷ ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται· ἀλλ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται: ἢν δ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει. ὦ πόλις καὶ δῆμ ὑφ οἱών θηρίων γαστρίζομαι. καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει· ἀλλ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι. ἀλλ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ: ἢν δ ἀναιδείᾳ παρέλθῃ ς, ἡμέτερος ὁ πυραμοῦς. τουτονὶ τὸν ἄνδρ ἐγὼ νδείκνυμι, καὶ φήμ ἐξάγειν ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα. ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ. νὴ Δί ἐξάγων γε τἀπόρρηθ, ἅμ ἄρτον καὶ κρέας καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.?

목록

  • trochees
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION