- 텍스트

Apollodorus, Argonautica, book 4 28:

(아폴로도로스, 아르고나우티카, book 4 28:)

Ἀλλ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ ἔλυσαν, μνήσατ ἔπειτ Εὔφημος ὀνείρατος ἐννυχίοιο, ἁζόμενος Μαίης υἱᾶ κλυτόν.? εἴσατο γάρ οἱ δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος, ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης παρθενικῇ ἰκέλη: μίχθη δέ οἱ ἐν φιλότητι ἄσχετον ἱμερθείς: ὀλοφύρετο δ ἠύτε κούρην ζευξάμενος, τήν τ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι: ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκ ἐπέεσσιν: "Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων, οὐ κούρη: Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες. ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν: εἶμι δ ἐς αὐγὰς ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη. " Τῷ δ ἄρ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ ὀνόμηνεν Αἰσονίδῃ: ὁ δ ἔπειτα θεοπροπίας Ἑκάτοιο θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε: "Ὦ πέπον, ἦ μέγα δή δε καὶ ἀγλαὸν ἔμμορε κῦδος. βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι νῆσον, ἵν ὁπλότεροι παίδων δέθεν ἐννάσσονται παῖδες: ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας. " Ὧς ἔφατ: οὐδ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο Εὔφημος: βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς, ἧκεν ὑποβρυχίην. τῆς δ ἔκτοθι νῆσος ἀέρθη Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο, οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον, Λήμνου τ ἐξελαθέντες ὑπ ἀνδράσι Τυρσηνοῖσιν Σπάρτην εἰσαφίκανον ἐφέστιοι: ἐκ δὲ λιπόντας Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας Καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ οὔνομα Θήρης ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ Εὐφήμοιο. Κεῖθεν δ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον: αἶψα δὲ τοίγε ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο, ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ ἱκέσθαι. ἄμφθ γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν. ἔνθ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας ἀνθέμενοι κούφοισιν ἄφαρ κατ ἀγῶνα πόδεσσιν κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται. Ἵλατ ἀριστήων μακάρων γένος: αἵδε δ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἰε῀ν ἀείδειν ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ ἱκάνω ὑμετέρων καμάτων: ἐπεὶ οὔ νύ τις ὔμμιν ἀέθλος αὖτις ἀπ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη, οὔτ ἀνέμων ἐριῶλαι ἐνέσταθεν: ἀλλὰ ἕκηλοι γαῖαν Κεκροπίην παρά τ Αὐλίδα μετρήσαντες Εὐβοίης ἔντοσθεν Ὀπούντιά τ ἄστεα Λοκρῶν ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION