호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Κέκλυτέ μευ.? μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν ἄνδρα τόν, ὅστις ὅδ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει ὃν δέμας, ὁππότε μή οἱ ἐπ ἀκάματος πέλοι αἰών. ἀλλ ἔχετ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς πετράων, εἱώς κεν ἐμοὶ εἴξειε δαμῆναι. " Ὧς ἄρ ἔφη: καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο νῆ ἐπ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει μῆτιν ἀνωίστως: ἡ δὲ πτύχα πορφυρέοιο προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν βήσατ ἐπ ἰκριόφιν: χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν. ἔνθα δ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας θυμοβόρους, Αἴδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται. τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ ἀοιδαῖς, τρὶς δὲ λιταῖς: θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς: λευγαλέον δ ἐπί οἱ πρῖεν χόλον, ἐκ δ ἀίδηλα δείκηλα προϊάλλεν, ἐπιζάφελον κοτέουσα. Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἀήται, εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει. ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας ὀχλίζων λάιγγας, ἐρυκέμεν ὁρ´μον ἱκέσθαι. πετραίῳ στόνυχι χρίμψε σφυρόν: ἐκ δέ οἱ ἰχὼρ τηκομένῳ ἴκελος μολίβῳ ῥέεν: οὐδ ἔτι δηρὸν εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο. ἀλλ ὥς τίς τ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη, τήν τε θοοῖς πελέκεσσιν ἔθ ἡμιπλῆγα λιπόντες ὑλοτόμοι δρυμοῖο κατήλυθον: ἡ δ ὑπὸ νυκτὶ ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε πρυμνόθεν ἐξαγεῖσα κατήριπεν: ὧς ὅγε ποσσὶν ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο, ὕστερον αὖτ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ. κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο ἡρ´ωες: μετὰ δ οἵγε νέον φαέθουσαν ἐς ἠῶ ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο, ὕδωρ τ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης. Λὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν: νύκτ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ μήνης: οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων. αὐτοὶ δ, εἴτ Αἴδῃ, εἴθ ὕδασιν ἐμφορέοντο, ἠείδειν οὐδ ὅσσον: ἐπέτρεψαν δὲ θαλάσσῃ νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ιἤσων χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει, ῥύσασθαι καλέων: κατὰ δ ἔρρεεν ἀσχαλόωντι δάκρυα: πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ Ἀμύκλαις, πολλὰ δ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν. Λητοϊ´δη, τύνη δὲ κατ οὐρανοῦ ἵκεο πέτρας ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τ ἐνὶ πόντῳ ἧνται: δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας, δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον: μαρμαρέην δ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρ ἐφαάνθη νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου, ἔνθ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον: αὐτίκα δ Ηὢς φέγγεν ἀνερχομένη: τοὶ δ ἀγλαὸν Ἀπόλλωνι ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης Φοῖβον κεκλόμενοι: Ἀνάφην δέ τε λισσάδα νῆσον ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν. ῥέζον δ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν ἀκτῇ ἐφοπλίσσειαν: ὃ δή σφεας ὁππότε δαλοῖς ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ ἔπειτα ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἱᾶ θαμειὰς αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι. τὰς δ αἰσχροῖς ἡρ´ωες ἐπεστοβέεσκον ἔπεσσιν χλεύῃ γηθόσυνοι: γλυκερὴ δ ἀνεδαίετο τοῖσιν κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες ἀνδράσι δηριόωνται, ὅτ Ἀπόλλωνα θυηλαῖς Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기