호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδ ἐφαάνθης, εἴτε σέγε Τρίτων, ἅλιον τέρας, εἴτε σε Φόρκυν, ἢ Νηρῆα θύγατρες ἐπικλείους ἁλοσύδναι, ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.? " Ἦ ῥ, ἅμα δ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας ἧκε κατὰ πρύμνης: ὁ δὲ βένθεος ἐξεφαάνθη τοῖος ἐών, οἱό῀ς περ ἐτήτυμος ἠε῀ν ἰδέσθαι. ὡς δ ὅτ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, εἶθαρ ἐπιτροχάων, ὁ δ ἐπ αὐχένι γαῦρος ἀερθεὶς ἕσπεται, ἀργινόεντα δ ἐνὶ στομάτεσσι χαλινὰ ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται: ὧς ὅγ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς ἦγ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ ἐπὶ νηδὺν ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἐίκτο: αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα κήτεος ὁλκαίη μηκύνετο: κόπτε δ ἀκάνθαις ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο. τόφρα δ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ νισσομένην: δῦ δ αἶψα μέγαν βυθόν: οἱ δ ὁμάδησαν ἡρ´ωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες. ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἐάσιν βωμοί: ἐπεὶ κεῖν ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί ἔχοντες γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον. ἦρι δ ἔπειτ ἀγκῶνά θ ὁμοῦ μυχάτην τε θάλασσαν κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο. αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ αὔρη ἀργέσταο νότου: κεχάροντο δὲ θυμὸν ἰωῇ. ἦμος δ ἠέλιος μὲν ἔδυ, ἀνὰ δ ἤλυθεν ἀστὴρ αὔλιος, ὅς τ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας, δὴ τότ ἔπειτ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ ἐλάτῃσιν παννύχιοι καὶ ἐπ ἦμαρ, ἐπ ἤματι δ αὖτις ἰοῦσαν νύχθ ἑτέρην. ὑπέδεκτο δ ἀπόπροθι παιπαλόεσσα Κάρπαθος: ἔνθεν δ οἵγε περαιώσεσθαι ἔμελλον Κρήτην, ἥ τ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων. Τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ ἀνάψαι, Δικταίην ὁρ´μοιο κατερχομένους ἐπιωγήν: τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων ῥίζης λοιπὸν ἐοντα μετ ἀνδράσιν ἡμιθέοισιν Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι σὖρον, τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα. ἀλλ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο χάλκεος ἠδ ἄρρηκτος: ὑπαὶ δέ οἱ ἔσκε τένοντος σύριγξ αἱματόεσσα κατὰ σφυρόν: αὐτὰρ ὅ τ ἦγχε λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο. οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ ἀπὸ χέρσου νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς. καί νύ κ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν, ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες, εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기