호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλλ ὅτε δή ῥ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω ἂμ πέλαγος νοτίοιο, πόρους τ ἀπετεκμήραντο λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.? ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον, εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο: ῥοίζῳ δ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται: ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ Ὀρφεὺς κέκλετ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες: τοῖσιν δ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν Τρίτων εὐρυβίης, γαίης δ ἀνὰ βῶλον ἀείρας ξείνι ἀριστήεσσι προϊ´σχετο, φώνησέν τε: "Δέχθε, φίλοι: ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι ἐνθάδε νῦν πάρ ἐμοὶ ξεινήιον ἀντομένοισιν. εἰ δέ τι τῆσδε πόρους μαίεσθ ἁλός, οἱά῀ τε πολλὰ ἄνθρωποι χατέουσιν ἐπ ἀλλοδαπῇ περόωντες, ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου θῆκε Ποσειδάων τοῦδ ἔμμεναι. αὐτὰρ ἀνάσσω παρραλίης, εἰ δή τιν ἀκούετε νόσφιν ἐόντες Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα. " Ὧς ηὔδα: πρόφρων δ ὑπερέσχεθε βώλακι χεῖρας Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν: "Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἡρ´ως, ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης χεῦμα δι ἠπείρου βεβαρημένοι: οὐδέ τι ἴδμεν, πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι. " Ὧς ἄρ ἔφη: ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ ἄπωθεν φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης: "Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα βένθος ἀκίνητον μελανεῖ: ἑκάτερθε δὲ λευκαὶ ῥηγμῖνες φρίσσουσι διαυγέες: ἡ δὲ μεσηγὺ ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι. κεῖνο δ ὑπηέριον θείην Πελοπηίδα γαῖαν εἰσανέχει πέλαγος Κρήτης ὕπερ: ἀλλ ἐπὶ χειρὸς δεξιτερῆς, λίμνηθεν ὅτ εἰς ἁλὸς οἶδμα βάλητε, τόφρ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε, ἔστ ἂν ἄνω τείνῃσι: περιρρήδην δ ἑτέρωσε κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων ἀγκῶνος τέτατ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν. ἀλλ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι. " Ἴσκεν ἐυφρονέων: οἱ δ αἶψ ἐπὶ νηὸς ἔβησαν λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν. καὶ δὴ ἐπιπρονέοντο μεμαότες: αὐτὰρ ὁ τείως Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην εἰσβαίνειν: μετὰ δ οὔτις ἐσέδρακεν, οἱο῀ν ἄφαντος αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ ἰάνθη θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν. καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα. αἶψα δ ὅγ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας σφάξε κατὰ πρύμνης, ἐπὶ δ ἔννεπεν εὐχωλῇσιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기