호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κάνθε, σὲ δ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.? πώεσι φερβομένοισι συνήντεες: εἵπετο δ ἀνὴρ αὐλίτης, ὅ ς ἑῶν μήλων πέρι, τόφρ ἑτάροισιν δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν λᾶι βαλών: ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ ἐτέτυκτο, νἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος κούρης τ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως ἐς Αιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν, θυγατέρα σφετέρην: ἡ δ ἀγλαὸν υἱέα Φοίβῳ τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν. Ἀμφίθεμις δ ἄρ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ: ἡ δ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον, ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν. οὐδ ὅγ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας, ὡς μάθον οἱο῀ν ἔρεξε. νέκυν δ ἀνάειραν ὀπίσσω πευθόμενοι Μινύαι, γαίῃ δ ἐνὶ ταρχύσαντο μυρόμενοι: τὰ δὲ μῆλα μετὰ σφέας οἵγ ἐκόμισσαν. Ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον νηλειὴς ἕλε πότμος: ἀδευκέα δ οὐ φύγεν αἶσαν μαντοσύναις: οὐ γάρ τις ἀποτροπίη θανάτοιο. κεῖτο δ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι: οὐδ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν. ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει, οὐδ ὁπόσον πήχυιον ἐς Αἴδα γίγνεται οἶμος, οὐδ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν, φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν. εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς Εὐρυμέδων--καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ-- Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων, ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο, αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν. τῷ δ ἄκρην ἐπ ἄκανθαν ἐνεστηρίξατο Μόψος λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός: αὐτὰρ ὁ μέσσην κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς, σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι ἔτρεσαν ἀμφίπολοι: ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν θαρσαλέως, ἕνεκ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν. σχέτλιος: ἦ τέ οἱ ἤδη ὑπὸ χροϊ` δύετο κῶμα λυσιμελές, πολλὴ δὲ κατ ὀφθαλμῶν χέετ ἀχλύς. αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα ψύχετ ἀμηχανίῃ: ἕταροι δέ μιν ἀμφαγέροντο ἡρ´ως τ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ. οὐδὲ μὲν οὐδ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν κεῖσθαι ὑπ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας ἰὸς ἄφαρ, μυδόωσα δ ἀπὸ χροὸς ἔρρεε λάχνη. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον ἐσσυμένως μακέλῃσιν: ἐμοιρήσαντο δὲ χαίτας αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα μυρόμενοι: τρὶς δ ἀμφὶ σὺν ἔντεσι δινηθέντες εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기