- 텍스트

Apollodorus, Argonautica, book 4 23:

(아폴로도로스, 아르고나우티카, book 4 23:)

Ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί:? ταὶ δ ἐλέαιρον ἐγγύθεν ἀχνυμένους: καὶ δὴ χθονὸς ἐξανέτειλαν ποίην πάμπρωτον: ποίης γε μὲν ὑψόθι μακροὶ βλάστεον ὁρ´πηκες: μετὰ δ ἔρνεα τηλεθάοντα πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο. Ἑσπέρη αἴγειρος, πτελέη δ Ἐρυθηὶς ἔγεντο: Λἴγλη δ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων δενδρέων, οἱαῖ ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως ἐξέφανεν, θάμβος περιώσιον, ἔκφατο δ Λἴγλη μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας: "Ἦ ἄρα δὴ μέγα πάμπαν ἐφ ὑμετέροισιν ὄνειαρ δεῦρ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας φρουρὸν ὄφιν ζωῆς παγχρύσεα μῆλα θεάων οἴχετ ἀειράμενος: στυγερὸν δ ἄχος ἄμμι λέλειπται. ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν καὶ δέμας: ὄσσε δέ οἱ βλοσυρῷ ὑπέλαμπε μετώπῳ: νηλής: ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος ὠμόν, ἀδέψητον: στιβαρὸν δ ἔχεν ὄζον ἐλαίης τόξα τε, τοῖσι πέλωρ τόδ ἀπέφθισεν ἰοβολήσας. ἤλυθε δ οὖν κἀκεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων, δίψῃ καρχαλέος: παίφασσε δὲ τόνδ ἀνὰ χῶρον, ὕδωρ ἐξερέων, τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι. ἥδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης: τὴν ὅγ ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσιν, λὰξ ποδὶ τύψεν ἔνερθε: τὸ δ ἀθρόον ἔβλυσεν ὕδωρ. αὐτὰρ ὅγ ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη. " Ὧς φάτο: τοὶ δ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ ἐπέκυρσαν. ὡς δ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι ἀμφ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι ἄπλητον μεμάασιν ἐπήτριμοι: ὧς τότ ἀολλεῖς πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον. καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς: "Ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως δήοιμεν στείχοντα δι ἠπείροιο κιόντες. " Ἦ, καὶ ἀμειβομένων, οἵ τ ἄρμενοι ἐς τόδε ἔργον, ἔκριθεν ἄλλυδις ἄλλος ἐπαϊ´ξας ἐρεείνειν. ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ ἀνέμοισιν κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν υἱε῀ δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ ὄσσε βαλεῖν: πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος. τὸν μὲν ἄρ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε ὦρσεν, ἵν Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο, Εἰλατίδην Πολύφημον ὅπῃ λίπε: μέμβλετο γάρ οἱ οὗ ἕθεν ἀμφ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα. ἀλλ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ; ; ργὼ τῆλε δι ἠπείροιο: τέως δ ἐξίκετο γαῖαν ἀγχιάλων Χαλύβων: τόθι μιν καὶ Μοῖρ ἐδάμασσεν. καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ Ἡρακλῆα μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι. ἐς δ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτ ἄλλον μαστῆρα στείχοντα κιχησέμεν: οἱ δὲ καὶ αὐτοὶ ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἱέ῀ τε δοιὼ Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION