- 텍스트

Apollodorus, Argonautica, book 4 21:

(아폴로도로스, 아르고나우티카, book 4 21:)

"Κάμμορε, τίπτ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι·? ἴδμεν ἐποιχομένους χρύσεον δέρος: ἴδμεν ἕκαστα ὑμετέρων καμάτων, ὅς ἐπὶ χθονός, ὅσσα τ ἐφ ὑγρὴν πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργ ἐκάμεσθε. οἰοπόλοι δ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι, ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες. ἀλλ ἄνα: μηδ ἔτι τοῖον ὀιζύων ἀκάχησο: ἄνστησον δ ἑτάρους. εὖτ ἂν δέ τοι Ἀμφιτρίτη ἁρ´μα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ, δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα: καί κεν ἔτ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε. " Ὧς ἄρ ἔφαν, καὶ ἄφαντοι ἵν ἔσταθεν, ἔνθ ἄρα ταίγε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ιἤσων παπτήνας ἀν ἄρ ἕζετ ἐπὶ χθονός, ὧδέ τ ἐείπεν: "Ἵλατ ἐρημονόμοι κυδραὶ θεαί: ἀμφὶ δὲ νόστῳ οὔτι μαλ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ δήωμεν κομιδῆς: πολέων δέ τε μῆτις ἀρείων. " Ἦ, καὶ ἀναϊ´ξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει, αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τ ἀν ὕλην σύννομον ἣν μεθέπων ὠρύεται: αἱ δὲ βαρείῃ φθογγῇ ὑποτρομέουσιν ἀν οὔρεα τηλόθι βῆσσαι: δείματι δ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν βουπελάται τε βοῶν: τοῖς δ οὔ νύ τι γῆρυς ἐτύχθη ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο. ἀγχοῦ δ ἠγερέθοντο κατηφέες: αὐτὰρ ὁ τούσγε ἀχνυμένους ὁρ´μοιο πέλας μίγα θηλυτέρῃσιν ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα: "Κλῦτε, φίλοι: τρεῖς γάρ μοι ἀνιάζοντι θεάων, στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι, ἔσταν ὑπὲρ κεφαλῆς μάλ ἐπισχεδόν: ἂν δ ἐκάλυψαν πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μ ἐκέλοντο αὐτόν τ ἔγρεσθαι, ἀνά θ ὑμέας ὄρσαι ἰόντα: μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη ἁρ´μα Ποσειδάωνος. ἐγὼ δ οὐ πάγχυ νοῆσαι τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες: καὶ δ ὁπός αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ ὅς ἐφ ὑγρὴν ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο. οὐδ ἔτι τάσδ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν. " Ὧς ἔφαθ: οἱ δ ἄρα πάντες ἐθάμβεον εἰσαϊόντες. ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη. ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος, ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις: ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION