- 텍스트

Apollodorus, Argonautica, book 4 20:

(아폴로도로스, 아르고나우티카, book 4 20:)

Ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἰλμβρακιήων, ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα:? καὶ τότ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρ ἤματα, μέχρις ἵκοντο προπρὸ μάλ ἔνδοθι Σύρτιν, ὅθ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι. πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο τάρφεα: κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη: ἠερίη δ ἄμαθος παρακέκλιται: οὐδέ τι κεῖσε ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ ἄρα τούσγε πλυμμυρίς--καὶ γάρ τ ἀναχάζεται ἠπείροιο ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς λάβρον ἐποιχόμενον--μυχάτῃ ἐνέωσε τάχιστα ἠιόνι, τρόπιος δὲ μάλ ὕδασι παῦρον ἔλειπτο. οἱ δ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ ἕλεν εἰσορόωντας ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα, τηλοῦ ὑπερτείνοντα διηνεκές: οὐδέ τιν ἀρδμόν, οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ. ἄλλος δ αὖτ ἄλλον τετιημένος ἐξερέεινεν: "Τίς χθὼν εὔχεται ἥδε· πόθι ξυνέωσαν ἀέλλαι ἡμέας· αἴθ ἔτλημεν, ἀφειδέες οὐλομένοιο δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων. ἦ τ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον· οἱο῀ν ἐρήμη πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο. " Ὧς ἄρ ἔφη: μετὰ δ αὐτὸς ἀμηχανίῃ κακότητος ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν: "Ὠλόμεθ αἰνότατον δῆθεν μόρον, οὐδ ὑπάλυξις ἔστ ἄτης: πάρα δ ἄμμι τὰ κύντατα πημανθῆναι τῇδ ἐπ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται χερσόθεν ἀμπνεύσειαν: ἐπεὶ τεναγώδεα λεύσσω τῆλε περισκοπέων ἅλα πάντοθεν: ἤλιθα δ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν. καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ ἐκεάσθη νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω: ἀλλά μιν αὐτὴ πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν. νῦν δ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ ἅλμη ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα. τούνεκ ἐγὼ πᾶσαν μὲν ἀπ ἐλπίδα φημὶ κεκόφθαι ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος φαίνοι ἑήν: πάρα γάρ οἱ ἐπ οἰήκεσσι θαάσσειν μαιομένῳ κομιδῆς. ἀλλ οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφ ἡμετέροισι τελέσσαι. " Ὧς φάτο δακρυόεις: σὺν δ ἔννεπον ἀσχαλόωντι ὅσσοι ἔσαν νηῶν δεδαημένοι: ἐν δ ἄρα πᾶσιν παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς. οἱο῀ν δ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν ὄμβρον ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα, ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, ὴὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ ἐπάγῃσιν οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι ἠέρος ἄστρα φαείνοι: ὧς τότ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ αὐτίκ ἐρεμνὴ ἕσπερος. οἱ δ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον, ἵν ἄνδιχα δῆθεν ἕκαστος θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες. βὰν δ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι: ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ ἔπι πᾶσαν καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί. ὡς δ ὅτ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί: ἢ ὅτε καλὰ νάοντος ἐπ ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα: ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο. καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ ἀέθλῳ: ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτ Ἰλθήνην, ἦμος ὅτ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, ἀντόμεναι Τρίτωνος ἐφ ὕδασι χυτλώσαντο. ἔνδιον ἦμαρ ἐήν, περὶ δ ὀξύταται θέρον αὐγαὶ ἠελίου Λιβύην: αἱ δὲ σχεδὸν Λἰσονίδαο ἔσταν, ἕλον δ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον. αὐτὰρ ὅγ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ ἔνεικεν, δαίμονας αἰδεσθείς: αὐτὸν δέ μιν ἀμφαδὸν οἰο῀ν μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION