- 텍스트

Apollodorus, Argonautica, book 4 19:

(아폴로도로스, 아르고나우티카, book 4 19:)

Ηὢς δ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν λῦε κελαινὴν νύκτα δι ἠέρος:? αἱ δ ἐγέλασσαν ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν ἀτραπιτοὶ πεδίων: ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς: κίνυντ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ ἀποτηλοῦ Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. αὐτίκα δ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν ὃν νόον ἐξερέων κούρης ὕπερ: ἐν δ ὅγε χειρὶ σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. ἡρ´ωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων βαῖνον ἐποψόμεναι: σὺν δ ἀνέρες ἀγροιῶται ἤντεον εἰσαϊόντες, ἐπεὶ νημερτέα βάξιν Ἥρη ἐπιπροέηκεν. ἄγεν δ ὁ μὲν ἔκκριτον ἄλλων ἀρνειὸν μήλων, ὁ δ ἀεργηλὴν ἔτι πόρϝιν: ἄλλοι δ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου κίρνασθαι: θυέων δ ἀποϝηλόθι κήκιε λιγνύς. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἱᾶ γυναῖκες, μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν ἀγλαϊήν, οἱήν τε νεόζυγες ἐντύνονται: θάμβευν δ εἰσορόωσαι ἀριπρεπέων ἡρώων εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. νύμφαι δ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο, ἱμερόενθ ὑμέναιον ἀνήπυον: ἄλλοτε δ αὖτε οἰόθεν οἰαῖ ἀείδον ἑλισσόμεναι περὶ κύκλον, Ἥρη, σεῖο ἕκητι: σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. αὐτὰρ ὅγ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ ἐείπεν ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο, ἔμπεδον ὧς ἀλέγυνε διαμπερές: οὐδέ ἑ τάρβος οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο μήνιες, ἀρρήκτοισι δ ἐνιζεύξας ἔχεν ὁρ´κοις. τῶ καὶ ὅτ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες, καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν, ἢ λιμένων γαίης τ ἀποτηλόθι νῆας ἐέργειν, δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς δέχθαι μειλίξαντο συνήμονας: αὖθι δὲ νήσῳ δὴν μάλα Φαιήκεσσι μετ ἀνδράσι ναιετάασκον, εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες, ἀνέρες ἐννάσσαντο μετὰ χρόνον: οἱ δὲ περαίην νῆσον ἔβαν: κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι: ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. Μοιράων δ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται καὶ Νυμφέων Νομίοιο καθ ἱερὸν Ἰλπόλλωνος βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ ἰοῦσιν Ἰλλκίνοος Μινύαις ξεινήια, πολλὰ δ ὄπασσεν Ἰλρήτη: μετὰ δ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο. ἤματι δ ἑβδομάτῳ Δρεπάνην λίπον: ἤλυθε δ οὖρος ἀκραὴς ἠῶθεν ὑπὲκ Διός: οἱ δ ἀνέμοιο πνοιῇ ἐπειγόμ; ; ἰοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν, ὄφρ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION