- 텍스트

Apollodorus, Argonautica, book 4 18:

(아폴로도로스, 아르고나우티카, book 4 18:)

Ὧς ἄρ ἔφη:? καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. ἡ δ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ: αὐτίκα δ ὦρτο ἐκ λεχέων ἀνὰ δῶμα: συνήιξαν δὲ γυναῖκες ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. σῖγα δ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν, ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι Αἰσονίδην κούρῃ, μηδ Ἀλκίνοον βασιλῆα λίσσεσθαι: τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει, παρθενικὴν μὲν έοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. Ὧς ἄρ ἔφη: τὸν δ αἶψα πόδες φέρον ἐκ μεγάροιο, ὥς κεν Ιἤσονι μῦθον ἐναίσιμον ἀγγείλειεν Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. τοὺς δ εὑρ῀εν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος: ἐκ δ ἄρα πᾶσαν πέφραδεν ἀγγελίην: γήθησε δὲ θυμὸς ἑκάστου ἡρώων: μάλα γάρ σφιν ἑαδότα μῦθον ἐείπεν. Αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν, ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλ ἐρύσαντες, αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν, κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων ἔργα πολυκμήτοιό τ ἀνεύρατο πῖαρ ἐλαίης. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἱᾶ Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν, εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός: ἔδρακε δ Ἥρη, καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. ἡ δ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. ἔνθα τότ ἐστόρεσαν λέκτρον μέγα: τοῖο δ ὕπερθεν χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις ἐσφόρεον: πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη: τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. δαῖε δ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον: ἴσχε δ ἑκάστην αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. αἱ μέν τ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες: αἱ δ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο: αἱ δ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ Ἥρη Ζηνὸς ἄκοιτις, Ιἤσονα κυδαίνουσα. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δ ἐνὶ χερσὶν δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος, κράατα δ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν, ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἀείδον. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι ἡρ´ως Αἰσονίδης, μεγάροις δ ἐνὶ πατρὸς ἑοῖο, νοστήσας ἐς Ιὠλκὸν ὑπότροπος: ὧς δὲ καὶ αὐτὴ Μήδεια φρονέεσκε: τότ αὖ χρεὼ ἦγε μιγῆναι. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί: σὺν δέ τις αἰεὶ πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι δεῖμ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION