호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔστι δέ τις πορθμοῖο παροιτέρη Ιὀνίοιο ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος, ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις--ἵλατε Μοῦσαι, οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος--ᾧ ἀπὸ πατρὸς μήδεα νηλειῶς ἔταμεν Κρόνος:? οἱ δέ ἑ Δηοῦς κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἁρ´πην. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ, Τιτῆνας δ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι, Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται οὔνομα, Φαιήκων ἱερὴ τροφός: ὧς δὲ καὶ αὐτοὶ αἵματος Οὐρανίοιο γένος Φαίηκες ἐάσιν. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν Θρινακίης αὔρῃς ἵκετ ἐξ ἁλός: οἱ δ ἀγανῇσιν Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας δειδέχατ ἀσπασίως: ἐπὶ δέ σφισι καγχαλάασκεν πᾶσα πόλις: φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. καὶ δ αὐτοὶ ἡρ´ωες ἀνὰ πληθὺν κεχάροντο, τῷ ἴκελοι, οἱό῀ν τε μεσαιτάτῃ ἐμβεβαῶτες Αἱμονίῃ: μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι: ὧδε μάλ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. Μήδειαν δ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι ἱέντ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. κούρη δ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο: "Γουνοῦμαι, βασίλεια: σὺ δ ἵλαθι, μηδέ με Κόλχοις ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι μαργοσύνης. ἴστω δ ἱερὸν φάος Ηἐλίοιο, ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης, μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν κεῖθεν ἀφωρμήθην: στυγερὸν δέ με τάρβος ἔπεισεν τῆσγε φυγῆς μνήσασθαι, ὅτ ἤλιτον: οὐδέ τις ἄλλη μῆτις ἐήν. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλ ἐλέαιρε, πότνα, τεόν τε πόσιν μειλίσσεο: σοὶ δ ὀπάσειαν ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαϊήν τε καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος. " Τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα: τοῖα δ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον: "Ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τ ἀέθλοις ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι: ἧς ἰότητι ταύρους τ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν κείρατε γηγενέων: ἧς εἵνεκεν Αἱμονίηνδε χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. ἥδ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας, ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο: ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις ἤνυσα: καὶ γλυκεροῖσιν ἔτ εἰσόψεσθε τοκῆας ὄμμασιν: αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων ἀγλαϊάς: στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. δείσατε συνθεσίας τε καὶ ὁρ´κια, δείσατ Ἐρινὺν Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες: οὐδ ἐνὶ θυμῷ αἰδεῖσθε ξείνης μ ἐπὶ γούνατα χεῖρας ἀνάσσης δερκόμενοι τείνουσαν ἀμήχανον: ἀλλά κε πᾶσιν, κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις αὐτῷ τ Αἰήτῃ ὑπερήνορι: νῦν δ ἐλάθεσθε ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἐάσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기