호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧς φάτο:? τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ: "Εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τ ἂν ἔγωγε θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο. ἀλλ ὡρ´η δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν, ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι ἀνῆπται, ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι. " Ἦ, καὶ ἀναϊ´ξασα κατ αἰθέρος ἔμπεσε δίναις κυανέου πόντοιο: κάλει δ ἐπαμυνέμεν ἄλλας αὐτοκασιγνήτας Νηρηίδας: αἱ δ ἀίουσαι ἤντεον ἀλλήλῃσι: Θέτις δ ἀγόρευεν ἐφετμὰς Ἥρης: αἶψα δ ἰάλλε μετ Αὐσονίην ἅλα πάσας. αὐτὴ δ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων ἠελίου, ὅτ ἄνεισι περαίης ὑψόθι γαίης, σεύατ ἴμεν λαιψηρὰ δι ὕδατος, ἔστ ἀφίκανεν ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο. τοὺς δ εὑρ῀εν παρὰ νηὶ σόλῳ ῥιπῇσί τ ὀιστῶν τερπομένους: ἡ δ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης Αἰακίδεω Πηλῆος: ὁ γάρ ῥά οἱ ἠε῀ν ἀκοίτης: οὐδέ τις εἰσιδέειν δύνατ ἔμπεδον, ἀλλ ἄρα τῷγε οἰῴ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε: "Μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες, ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός, Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν, νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται, ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος. ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ ἂν ἴδηαι ἀντομένην σὺν τῇσι: νόῳ δ ἔχε, μή με χολώσῃς πλεῖον ἔτ, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας. " Ἦ, καὶ ἔπειτ ἀίδηλος ἐδύσατο βένθεα πόντου: τὸν δ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ ἰοῦσαν ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος. ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν νύκτα διὰ μέσσην φλογμῷ πυρός: ἤματα δ αὖτε ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο ἀθάνατος, καί οἱ στυγερὸν χροϊ` γῆρας ἀλάλκοι. αὐτὰρ ὅγ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν παῖδα φίλον σπαίροντα διὰ φλογός: ἧκε δ ἀυτὴν σμερδαλέην ἐσιδών, μέγα νήπιος: ἡ δ ἀίουσα τὸν μὲν ἄρ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα, αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτ ὄνειρος, βῆ ῥ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον χωσαμένη: μετὰ δ οὔτι παλίσσυτος ἵκετ ὀπίσσω. τῶ μιν ἀμηχανίη δῆσεν φρένας: ἀλλὰ καὶ ἔμπης πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις. οἱ δ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους ἐσσυμένως, δόρπον τε χαμεύνας τ ἀμφεπένοντο, τῇς ἔνι δαισάμενοι νύκτ ἀέσαν, ὡς τὸ πάροιθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기