호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.? ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο ἐκφυγέειν: τάχα δ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης τισόμενος φόνον υἱο῀ς, ὅτ ἄσχετα ἔργ ἐτέλεσσας. ἀλλ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο, ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ ἰούσῃ: ἔρχεο δ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα, ὅντινα τοῦτον ἀίστον ἀείραο πατρὸς ἄνευθεν: μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν. " Ὧς φάτο: τὴν δ ἀμέγαρτον ἄχος λάβεν: ἀμφὶ δὲ πέπλον ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἡρ´ως χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε δείματι παλλομένην: λεῖπον δ ἀπὸ δώματα Κίρκης. Οὐδ ἄλοχον Κρονίδαο Διὸς λάθον: ἀλλά οἱ ῀Ἰρις πέφραδεν, εὖτ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας. αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα στείχοιεν: τὸ καὶ αὖτις ἐποτρύνους ἀγόρευεν: "῀Ἰρι φίλη, νῦν, εἴ ποτ ἐμὰς ἐτέλεσσας ἐφετμάς, εἰ δ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν, δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν. κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα ἐλθεῖν εἰς ἀκτάς, ὅθι τ ἄκμονες Ἡφαίστοιο χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν: εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἰόλον ἐλθεῖν, Αἰόλον, ὅς τ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει: καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας πάντας ἀπολλήξειεν ὑπ ἠέρι, μηδέ τις αὔρη τρηχύνοι πέλαγος: Ζεφύρου γε μὲν οὖρος ἀήτω, ὄφρ οἵγ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται. " Ὧς ἔφατ: αὐτίκα δ ῀Ἰρις ἀπ Οὐλύμποιο θοροῦσα τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ ἐνὶ πόντῳ Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἐάσιν. πρώτην δ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι. δεύτερα δ εἰς Ἥφαιστον ἐβήσατο: παῦσε δὲ τόνγε ῥίμφα σιδηρείων τυπίδων: ἔσχοντο δ ἀυτμῆς αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν Αἰόλον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο, τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην: ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον: "Κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ ἐνισπεῖν. οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἡρ´ως Αἰσονίδης, οἱ δ ἄλλοι ἀοσσητῆρες ἀέθλου, οἱώς τέ σφ ἐσάωσα διὰ πλαγκτὰς περόωντας πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι, κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν. νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ ἀγάπησα ἔξοχον ἀλλάων, αἵ τ εἰν ἁλὶ ναιετάουσιν, οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν, ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν. ἀλλ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα, ἠλεύω: ὁ δ ἔπειτα πελώριον ὁρ´κον ὄμοσσεν, μήποτέ ς ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν. ἔμπης δ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν, εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα, ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο παῖδα τεκεῖν: τῶ καί σε λιλαιόμενος μεθέηκεν, δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι ἀθανάτων, ἀλλ αἰὲν ἑὸν κράτος εἰρύοιτο. αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας, τέκνα τε φιτύσαιο: θεοὺς δ ἐς δαῖτ ἐκάλεσσα πάντας ὁμῶς: αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς. ἀλλ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω. εὖτ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται, ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος, χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο Μηδείης: σὺ δ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα, ἠδ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται· ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη. ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ Αἰόλον ὠκείας ἀνέμων ἀίκας ἐρύξειν, νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται Φαιήκων λιμένας: σὺ δ ἀκηδέα μήδεο νόστον. δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ ἐάσιν μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις. μηδὲ σύγ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν, ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι, Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν, μή πως σμερδαλέῃσιν ἐπαϊ´ξασα γένυσσιν λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ ἔχε νῆα κεῖς, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ ὀλέθρου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기