호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡ δ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων, αὐτίκ ἔπειτ ἄψορρον ἀπέστιχε:? τοὺς δ ἅμ ἕπεσθαι, χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν. ἔνθ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο μίμνεν ἀπηλεγέως: ὁ δ ἐρύσσατο Κολχίδα κούρην. ἄμφω δ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ ἀφίκοντο Κίρκης ἐς μέγαρον: τοὺς δ ἐν λιπαροῖσι κέλευεν ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων. τὼ δ ἄνεῳ καὶ ἄναυδοι ἐφ ἑστίῃ ἀίξαντε ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται, ἡ μὲν ἐπ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα, αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας, ᾧπέρ τ Αἰήταο πάιν κτάνεν: οὐδέ ποτ ὄσσε ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ ἔγνω Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο, ὃς μέγα μὲν κοτέει, μέγα δ ἀνδροφόνοισιν ἀρήγει, ῥέζε θυηπολίην, οἱῄ τ ἀπολυμαίνονται νηλειεῖς ἱκέται, ὅτ ἐφέστιοι ἀντιόωσιν. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας τέγγεν, ἐπιτμήγουσα δέρην: αὖτις δὲ καὶ ἄλλοις μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ ἔνεικαν νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. ἡ δ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν καῖεν ἐπ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, εἴτ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας, εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν. Αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότ ἔπειτα εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν, καὶ δ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν. ἠδ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ ἰόντες αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν: ἱέτο δ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν, αὐτίχ ὅπως ἐνόησεν ἀπ οὔδεος ὄσσε βαλοῦσαν. πᾶσα γὰρ Ηἐλίου γενεὴ ἀρίδηλος ἰδέσθαι ἠε῀ν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν οἱό῀ν τέ χρυσέην ἀντώπιον ἱέσαν αἴγλην. ἡ δ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν, Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους ἡρώων, ὅσα τ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις, ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς, ὥς τ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς σὺν παισὶν Φρίξοιο: φόνον δ ἀλέεινεν ἐνισπεῖν Ἀψύρτου. τὴν δ οὔτι νόῳ λάθεν: ἀλλὰ καὶ ἔμπης μυρομένην ἐλέαιρεν, ἔπος δ ἐπὶ τοῖον ἐείπεν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기