호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν, ὅς τ εἰς Ἠριδανὸν μετανίσσεται:? ἄμμιγα δ ὕδωρ ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης ἐκ μυχάτης, ἵνα τ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, ἔνθεν ἀπορνύμενος τῇ μέν τ ἐπερεύγεται ἀκτὰς Ὠκεανοῦ, τῇ δ αὖτε μετ Ιὀνίην ἅλα βάλλει, τῇ δ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον ἑπτὰ διὰ στομάτων ἱεί ῥόον. ἐκ δ ἄρα τοῖο λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τ ἀνὰ Κελτῶν ἤπειρον πέπτανται ἀθέσφατον: ἔνθα κεν οἵγε ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν. ἀλλ Ἥρη σκοπέλοιο καθ Ἑρκυνίου ἰάχησεν οὐρανόθεν προθοροῦσα: φόβῳ δ ἐτίναχθεν ἀυτῆς πάντες ὁμῶς: δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥ ἐνόησαν τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν. δηναιοὶ δ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο Ἥρης ἐννεσίῃσι, δι ἔθνεα μυρία Κελτῶν καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν ἠέρα χεῦε θεὰ πάντ ἤματα νισσομένοισιν. μεσσότατον δ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων Ζηνός: ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται ἔμπεδον: οὐδ οἰο῀ν κείνης ἐπίκουροι ἕποντο ναυτιλίης: Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας. Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες ἱδρῶ ἅλις: χροιῇ δὲ κατ αἰγιαλοῖο κέχυνται εἴκελαι: ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων: ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται. Καρπαλίμως δ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες: ἷξον δ Αἰαίης λιμένα κλυτόν: ἐκ δ ἄρα νηὸς πείσματ ἐπ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην εὑρ῀ον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν: τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. αἵματί οἱ θάλαμοί τε καὶ ἑρ´κεα πάντα δόμοιο μύρεσθαι δόκεον: φλὸξ δ ἀθρόα φάρμακ ἔδαπτεν, οἷσι πάρος ξείνους θέλγ ἀνέρας, ὅστις ἵκοιτο: τὴν δ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν, χερσὶν ἀφυσσαμένη: λῆξεν δ ὀλοοῖο φόβοιο. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. θῆρες δ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν, οὐδὲ μὲν οὐδ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ ἀπ ἄλλων συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν, οὔπω διψαλέῳ μάλ ὑπ ἠέρι πιληθεῖσα, οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο ἰκμάδας αἰνυμένη: τὰ δ ἐπὶ στίχας ἤγαγεν αἰὼν συγκρίνας: τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο. ἡρ´ωας δ ἕλε θάμβος ἀπείριτον: αἶψα δ ἕκαστος Κίρκης εἴς τε φυήν, εἴς τ ὄμματα παπταίνοντες ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기