- 텍스트

Apollodorus, Argonautica, book 4 10:

(아폴로도로스, 아르고나우티카, book 4 10:)

Ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς νημερτὲς πέφαται·? τίς ἀπόπροθι τόσσον ἀνάγκη καὶ χρειώ σφ ἐκόμισσε· τίνες σφέας ἤγαγον αὖραι· Αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἱο῀ν ἔρεξαν. Αἰαίης δ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης αἷμ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν: ἀλλ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες τηλόθι: τὰς δ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι, Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια. αὐτὰρ ἔπειτ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο, ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην, ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἰής, ἁρπάξας ὑπ ἔρωτι: μελαινομένην δέ μιν ἄνδρες ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν. τῇ δ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ, αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ Ἀτλαντὶς ναίεσκε: τὰ δ ἠεροειδέα λεύσσειν οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς ἀμφ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθ Ἥρη. μηδομένη δ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ ἄφνω ἰάχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥ ἀνὰ μέσσην στεῖραν Ἀθηναίη Δωδωνίδος ἡρ´μοσε φηγοῦ. τοὺς δ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαϊόντας φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο νηλέα νίψειεν: Πολυδεύκεα δ εὐχετάασθαι Κάστορά τ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην δήουσιν, Πέρσης τε καὶ Ηἐλίοιο θύγατρα. Ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας: οἱ δ ἀνόρουσαν Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν εὐχόμενοι τὰ ἕκαστα: κατηφείη δ ἔχεν ἄλλους ἡρ´ωας Μινύας. ἡ δ ἔσσυτο πολλὸν ἐπιπρὸ λαίφεσιν, ἐς δ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο: ἔνθα ποτ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ ἡμιδαὴς Φαέθων πέσεν ἁρ´ματος Ηἐλίοιο λίμνης ἐς προχοὰς πολυβενθέος: ἡ δ ἔτι νῦν περ τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας οἰωνὸς δύναται βαλέειν ὕπερ: ἀλλὰ μεσηγὺς φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν, μύρονται κινυρὸν μέλεαι γόον: ἐκ δὲ φαεινὰς ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε, αἱ μέν τ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται: εὖτ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο, δὴ τότ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα κυμαίνοντι ῥόῳ. Κελτοὶ δ ἐπὶ βάξιν ἔθεντο, ὡς ἄρ Ἀπόλλωνος τάδε δάκρυα Λητοϊ´δαο ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν, ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν, οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο. καὶ τὰ μὲν ὧς κείνοισι μετ ἀνδράσι κεκλήισται. τοὺς δ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο, οὔτ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλ ἄρα τοίγε ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες ὀδμῇ λευγαλέῃ, τήν ῥ ἄσχετον ἐξανίεσκον τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο: νύκτας δ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον Ἡλιάδων λιγέως: τὰ δὲ δάκρυα μυρομένῃσιν οἱο῀ν ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION