호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οἱ δ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες, τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἀείρεν, Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆ ἐβάλοντο ἡρ´ωες:? Κόλχον δ ὄλεκον στόλον, ἠύτε κίρκοι φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. οὐδ ἄρα τις κείνων θάνατον φύγε, πάντα δ ὅμιλον πῦρ ἅ τε δηιόωντες ἐπέδραμον: ὀψὲ δ Ιἤσων ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλ ἀρωγῆς δευομένοις: ἤδη δὲ καὶ ἀμφ αὐτοῖο μέλοντο. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον ἑζόμενοι βουλήν: ἐπὶ δέ σφισιν ἤλυθε κούρη φραζομένοις: Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον: "Ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ ἐπιβάντας εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν δήιοι: ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν: οἱᾶ δ ἄνακτος εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν, ἤ τ εἰή μετέπειτα κατερχομένοισι κέλευθος. " Ὧς ἔφατ: ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο. ῥίμφα δὲ νῆ ἐπιβάντες ἐπερρώοντ ἐλάτῃσιν νωλεμές, ὄφρ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο, ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο. Κόλχοι δ ὁππότ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος, ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ ἀπέρυκεν Ἥρη σμερδαλέῃσι κατ αἰθέρος ἀστεροπῇσιν. ὕστατον αὐτοὶ δ αὖτε Κυταιίδος ἤθεα γαίης στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο, ἔμπεδα δ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. οἱ μὲν ἐπ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον ἡρ´ωες, ναίουσι δ ἐπώνυμοι Ἀψύρτοιο: οἱ δ ἄρ ἐπ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο, τύμβος ἵν Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν, ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι: οἱ δ ἐν ὄρεσσιν ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται, ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι. Ἥρωες δ, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων, δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ ἔδησαν Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον Ὑλλῆες: πρὸς δ αὐτοὶ ἐμηχανόωντο κέλευθον, μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος. δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ ὑπὲρ αὐτῆς ναυτιλίης: πέπρωτο δ, ὅπῃ χθονὸς ἱδρυνθεῖεν, μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν. τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἰῄ ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο. οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο Μάκριν τ εἰσαφίκανε, Διωνύσοιο τιθήνην, νιψόμενος παίδων ὀλοὸν φόνον: ἔνθ ὅγε κούρην Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο, νηιάδα Μελίτην: ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον. οὐδ ἄρ ὅγ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ ναίειν, κοιρανέοντος ὑπ ὀφρύσι Ναυσιθόοιο: βῆ δ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας Φαιήκων: σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον ἡρ´ως Ναυσίθοος: τόθι δ εἵσατο, καί μιν ἔπεφνον Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기