- 텍스트

Apollodorus, Argonautica, book 4 8:

(아폴로도로스, 아르고나우티카, book 4 8:)

Ἴσκεν ὑποσσαίνων:? ἡ δ οὐλοὸν ἔκφατο μῦθον: "Φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ ἔργοις καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων: αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι μειλίξω: σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι οἰόθεν οἰο῀ν ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν, ἔνθ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω, κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα. " Ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα, οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ Δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί: αὐτὰρ ὁ παιδὶ δῶκε Θόαντι μεταῦτις: ὁ δ αὖ λίπεν Ὑψιπυλείῃ: ἡ δ ἔπορ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων, οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου, ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. ἡ δ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους, θελγέμεν, εὖτ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν, ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω βαίη ἐς Αἰήταο δόμους: πέρι γάρ μιν ἀνάγκῃ υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι: τοῖα παραιφαμένη θελκτήρια φάρμακ ἔπασσεν αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα ἄγριον ἠλιβάτοιο κατ οὔρεος ἤγαγε θῆρα. Σχέτλι Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν, ἐκ σέθεν οὐλόμεναί τ ἔριδες στοναχαί τε γόοι τε, ἄλγεά τ ἄλλ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς, οἱο῀ς Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ Ἄψυρτον· τὸ γὰρ ἧμιν ἐπισχερὼ ἠε῀ν ἀοιδῆς. Ἦμος ὅτ Ἀρτέμιδος νήσῳ ἔνι τήνγ ἐλίποντο συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν σφωιτέραις κρινθέντες: ὁ δ ἐς λόχον ᾖεν Ιἤσων δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. αὐτὰρ ὅγ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας, νύχθ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου: οἰόθι δ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις εἱο῀ κασιγνήτης, ἀταλὸς πάις οἱᾶ χαράδρης χειμερίης, ἣν οὐδὲ δι αἰζηοὶ περόωσιν. εἴ κε δόλον ξείνοισιν ἐπ ἀνδράσι τεχνήσαιτο. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν: αὐτίκα δ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο, γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος: αἶψα δὲ κούρη ἔμπαλιν ὄμματ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. τὸν δ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον, πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτ ἔδειμαν Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. τοῦ ὅγ ἐνὶ προδόμῳ γνὺξ ἤριπε: λοίσθια δ ἡρ´ως θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν αἷμα κατ ὠτειλὴν ὑποϊ´σχετο: τῆς δὲ καλύπτρην ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἱο῀ν ἔρεξαν ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. ἡρ´ως δ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος, τρὶς δ ἀπέλειξε φόνου, τρὶς δ ἐξ ἄγος ἔπτυς ὀδόντων, ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. ὑγρὸν δ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ ἔτι νῦν περ κείαται ὀστέα κεῖνα μετ ἀνδράσιν Ἀψυρτεῦσιν.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION