- 텍스트

Apollodorus, Argonautica, book 4 5:

(아폴로도로스, 아르고나우티카, book 4 5:)

Ὧς ἔφατ Αἰήτης:? αὐτῷ δ ἐνὶ ἤματι Κόλχοι νῆάς τ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο, αὐτῷ δ ἤματι πόντον ἀνήιον: οὐδέ κε φαίης τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ οἰωνῶν ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. Οἱ δ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος Ἥρης, ὄφρ ὤκιστα κακὸν Πελίαο δόμοισιν Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται, ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν Παφλαγόνων ἀκτῇσι, πάροιθ Ἅλυος ποταμοῖο. ἡ γάρ σφ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ εἰή, μήτ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. ἅζομαι αὐδῆσαι: τό γε μὴν ἕδος ἐξέτι κείνου, ὅ ῥα θεᾷ ἡρ´ωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν, ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. Αὐτίκα δ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι ἡρ´ωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἐείπεν ἐξ Αἰής ἔσσεσθαι: ἀνώιστος δ ἐτέτυκτο πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν: "Νισσόμεθ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν. οὔπω τείρεα πάντα, τά τ οὐρανῷ εἱλίσσονται, οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἠε῀ν ἀκοῦσαι πευθομένοις: οἰοῖ δ ἔσαν Ἀρκάδες Ἀπιδανῆες, Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν, ἦμος ὅτ Ηἐρίη πολυλήιος ἐκλήιστο, μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν, καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα ἄρδεται Ηἐρίη: Διόθεν δέ μιν οὔποτε δεύει ὄμβρος: ἅλις προχοῇσι δ ἀνασταχύουσιν ἄρουραι. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν σφωιτέρων θάρσει τε πεποιθότα: μυρία δ ἄστη νάσσατ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν, ἠὲ καὶ οὔ: πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. Αἰά῀ γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε τῶνδ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἰᾶν, οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται, κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ ἐάσιν ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο, εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι: Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο: ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετ ἄρουραν εἷς οἰο῀ς: πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. ἀλλ ὁπόταν Θρῃκῶν Σκυθέων τ ἐπιβήσεται οὔρους, ἔνθα διχῆ τὸ μὲν ἔνθα μετ ἠῴην ἅλα βάλλει τῇδ ὕδωρ, τὸ δ ὄπισθε βαθὺν διὰ κόλπον ἱήσιν σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα, γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION