- 텍스트

Apollodorus, Argonautica, book 4 3:

(아폴로도로스, 아르고나우티카, book 4 3:)

Ἦμος δ ἀνέρες ὕπνον ἀπ ὀφθαλμῶν ἐβάλοντο ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς, μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν:? τῆμος ἄρ Αἰσονίδης κούρη τ ἀπὸ νηὸς ἔβησαν ποιήεντ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ ἔκαμψεν, νώτοισιν φορέων Μινυήιον υἷ Ἀθάμαντος. ἐγγύθι δ αἰθαλόεντα πελεν βωμοῖο θέμεθλα, ὅν ῥά ποτ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος, ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἐείπεν Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθ ἄρα τούσγε Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν. τὼ δὲ δι ἀτραπιτοῖο μεθ ἱερὸν ἄλσος ἵκοντο, φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τ ἀνιόντος ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους, ῥοίζει δὲ πελώριον: ἀμφὶ δὲ μακραὶ ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἰάχεν ἄλσος. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἰής Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Αύκοιο, ὅς τ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω Φάσιδι συμφέρεται ἱερὸν ῥόον: οἱ δὲ συνάμφω Καυκασίην ἅλαδ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. δείματι δ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν νηπιάχοις, οἵ τέ σφιν ὑπ ἀγκαλίδεσσιν ἰαυόν, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. ὡς δ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται, ἄλλη δ αἶψ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα: ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. τοῖο δ ἑλισσομένοιο κατ ὄμματα νίσσετο κούρη, Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας: αὐε῀ δ ἄνασσαν νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. εἵπετο δ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγ ἤδη οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ ἄκανθαν γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα, οἱο῀ν ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον: ἀλλὰ καὶ ἔμπης ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ βάπτους ἐκ κυκεῶνος ἀκήρατα φάρμακ ἀοιδαῖς ῥαῖνε κατ ὀφθαλμῶν: περί τ ἀμφί τε νήριτος ὀδμὴ φαρμάκου ὕπνον ἔβαλλε: γένυν δ αὐτῇ ἐνὶ χώρῃ θῆκεν ἐρεισάμενος: τὰ δ ἀπείρονα πολλὸν ὀπίσσω κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. ἔνθα δ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας, κούρης κεκλομένης: ἡ δ ἔμπεδον ἑστηυῖα φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ιἤσων ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποϊ´σχεται: ἐν δέ οἱ ἦτορ χαίρει δερκομένης καλὸν σέλας: ὧς τότ Ιἤσων γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν: καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο γίγνεται, ἥν τ ἀγρῶσται ἀχαιινέην καλέουσιν, τόσσον ἐήν πάντῃ χρύσεον ἐφύπερθεν ἀώτον. βεβρίθει λήνεσσιν ἐπηρεφές: ἤλιθα δὲ χθὼν αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. ἠιέ δ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ αὖτε εἴλει ἀφασσόμενος: περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION