- 텍스트

Apollodorus, Argonautica, book 4 2:

(아폴로도로스, 아르고나우티카, book 4 2:)

"Οὐκ ἄρ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω, οὐδ οἰή καλῷ περιδαίομαι Ἐνδυμίωνι:? ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς, μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης: δῶκε δ ἀνιηρόν τοι Ιἤσονα πῆμα γενέσθαι δαίμων ἀλγινόεις. ἀλλ ἔρχεο, τέτλαθι δ ἔμπης, καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν. " Ὦς ἄρ ἔφη: τὴν δ αἶψα πόδες φέρον ἐγκονέουσαν. ἀσπασίως δ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο, ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τ ἀέθλου παννύχιοι ἡρ´ωες ἐυφροσύνῃσιν ἔδαιον. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων, φρόντιν: ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης αὐτῷ τ Αἰσονίδῃ τεκμήρατο: σῖγα δ ἑταῖροι θάμβεον, εὖτ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἠε῀ν. τρὶς μὲν ἀνήυσεν, τρὶς δ ὀτρύνοντος ὁμίλου Φρόντις ἀμοιβήδην ἀντίαχεν: οἱ δ ἄρα τείως ἡρ´ωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. οὔπω πείσματα νηὸς ἐπ ἠπείροιο περαίης βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ιἤσων ὑψοῦ ἀπ ἰκριόφιν: μετὰ δὲ Φρόντις τε καὶ Ἄργος, υἱε῀ δύω Φρίξου, χαμάδις θόρον: ἡ δ ἄρα τούσγε γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν: "Ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς ὑμέας Αἰήταο, πρὸ γάρ τ ἀναφανδὰ τέτυκται πάντα μάλ, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλ ἐπὶ νηὶ φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων. δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα φρουρὸν ὄφιν: τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις, ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης, ποίησαι: μηδ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης. " Ἴσκεν ἀκηχεμένη: μέγα δὲ φρένες Αἰσονίδαο γήθεον: αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν ἦκ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε: "Δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὁρ´κιος ἔστω, Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν, εὖτ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες. " Ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ δεξιτερήν: ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ ἔτι νύκτωρ κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο. ἔνθ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν. εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ ἐώσαν νῆα: πολὺς δ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν ἠε῀ν ἀριστήων: ἡ δ ἔμπαλιν ἀίσσουσα γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ιἤσων θάρσυνέν τ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION