- 텍스트

Apollodorus, Argonautica, book 4 1:

(아폴로도로스, 아르고나우티카, book 4 1:)

Αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος.? ἦ γὰρ ἔμοιγε ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι, ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγ ἐνίσπω φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. Ἤτοι ὁ μὲν δήμοιο μετ ἀνδράσιν, ὅσσοι ἄριστοι, παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ Αἰήτης ἄμοτον κεχολωμένος: οὐδ ὅγε πάμπαν θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει. Τῇ δ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη: τρέσσεν δ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. τάρβει δ ἀμφιπόλους ἐπιίστορας: ἐν δέ οἱ ὄσσε πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ ἀνίῃ. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη, φάρμακα πασσαμένη, Ἥρης δ ἁλίωσε μενοινάς, εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι ὦρσεν ἀτυζομένην: πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς ἰάνθη: μετὰ δ ἥγε παλίσσυτος ἀθρόα κόλπων φάρμακα πάντ ἄμυδις κατεχεύατο φωριαμοῖο. κύσσε δ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ κάλλιπε παρθενίης, ἀδινῇ δ ὀλοφύρατο φωνῇ: "Τόνδε τοι ἀντ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα, μῆτερ ἐμή: χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ: χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος, ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι. " Ὧς ἄρ ἔφη: βλεφάρων δὲ κατ ἀθρόα δάκρυα χεῦεν. οἱή δ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα, οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο, ἀλλ ἔτ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης: τοίη ἄρ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες, ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους, λαιῇ μὲν χερὶ πέπλον ἐπ ὀφρύσιν ἀμφὶ μέτωπα στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. καρπαλίμως δ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ: οὐδέ τις ἔγνω τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. ἔνθεν ἴμεν νηόνδε μάλ ἐφράσατ: οὐ γὰρ ἀίδρις ἠε῀ν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς, ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἱᾶ γυναῖκες φαρμακίδες: τρομερῷ δ ὑπὸ δείματι πάλλετο θυμός. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἐείπεν:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION