- 텍스트

Apollodorus, Argonautica, book 3

(아폴로도로스, 아르고나우티카, book 3)

Εἰ δ ἄγε νῦν, Ἐρατώ, παρά θ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ιὠλκὸν ἀνήγαγε κῶας Ιἤσων Μηδείης ὑπ ἔρωτι.? σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις παρθενικάς: τῶ καί τοι ἐπήρατον οὔνομ ἀνῆπται. Ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι: αἱ δ ἐνόησαν Ἥρη Ἀθηναίη τε, Διὸς δ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι βούλευον: πείραζε δ Ἀθηναίην πάρος Ἥρη: "Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. τί χρέος· ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αἰήταο μεθ Ἑλλάδα κῶας ἄγοιντο, ἦ καὶ τόνγ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν μειλιχίοις· ἦ γὰρ ὅγ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἐοίκεν. " Ὧς φάτο: τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν: "Καὶ δ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν, Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων: πολέας δ ἐπεδοίασα βουλάς. " Ἦ, καὶ ἐπ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν: αὐτίκα δ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον: "Δεῦρ ἰόμεν μετὰ Κύπριν: ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπ Ιἤσονι. τὸν δ ἂν ὀίω κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν. " Ὧς ἄρ ἔφη: πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ, καί μιν ἔπειτ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν: "Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ ἂν ἔγωγε ἑσποίμην: σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα. " Ἦ, καὶ ἀναϊ´ξασαι ἐπὶ μέγα δῶμα νέοντο Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. ἑρ´κεα δ εἰσελθοῦσαι ὑπ αἰθούσῃ θαλάμοιο ἔσταν, ἵν ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. ἀλλ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός ἡ δ ἄρα μούνη ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. λευκοῖσιν δ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους: τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο, εἷσέ τ ἐνὶ κλισμοῖσιν: ἀτὰρ μετέπειτα καὶ αὐτὴ ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν: "Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει δηναιὰς αὔτως·

τί δ ἱκάνετον, οὔτι πάρος γε λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων· Τὴν δ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν: "Κερτομέεις: νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει Αἰσονίδης, ἠδ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν, δείδιμεν ἐκπάγλως, περὶ δ Αἰσονίδαο μάλιστα. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Αἴδα ναυτίλληται λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν, ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις, ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας, ὅς μ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. καὶ δ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ Ιἤσων ἐξότ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών: νιφετῷ δ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ εἰσαμένην ὀλοφύρατο, καί μ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται: οὐδέ κε λώβην τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις. " Ὧς ηὔδα: Κύπριν δ ἐνεοστασίη λάβε μύθων. ἅζετο δ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα, καί μιν ἔπειτ ἀγανοῖσι προσέννεπεν ἥγ ἐπέεσσιν: "Πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν ἠπεδαναί: καὶ μή τις ἀμοιβαίη χάρις ἔστω. " Ὧς ἔφαθ: Ἥρη δ αὖτις ἐπιφραδέως ἀγορευσεν: "Οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. ἀλλ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα, ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω νοστήσειν ἐς Ιὠλκόν, ἐπεὶ δολόεσσα τέτυκται. " Ὧς ἄρ ἔφη: Κύπρις δὲ μετ ἀμφοτέρῃσιν ἐείπεν: "Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα, ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι τυτθή γ αἰδὼς ἔσσετ ἐν ὄμμασιν: αὐτὰρ ἐμεῖο οὐκ ὄθεται, μάλα δ αἰὲν ἐριδμαίνων ἀθερίζει. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι, αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς, εἰ μὴ τηλόθι χεῖρας, ἑώς ἔτι θυμὸν ἐρύκει, ἕξω ἐμάς, μετέπειτά γ ἀτεμβοίμην ἑοῖ αὐτῇ. " Ὧς φάτο: μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην ἀλλήλαις. ἡ δ αὖτις ἀκηχεμένη προσέειπεν: "Ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει: οὐδέ τί με χρὴ μυθεῖσθαι πάντεσσιν: ἅλις εἰδυῖα καὶ αὐτή. νῦν δ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν, πειρήσω, καί μιν μειλίξομαι, οὐδ ἀπιθήσει. Ὧς φάτο:

τὴν δ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός, ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν: "Οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις, ἔρξον ἄφαρ: καὶ μή τι χαλέπτεο, μηδ ἐρίδαινε χωομένη σῷ παιδί: μεταλλήξει γὰρ ὀπίσσω. " Ἦ ῥα, καὶ ἔλλιπε θῶκον: ἐφωμάρτησε δ Ἀθήνη: ἐκ δ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ βῆ ῥ᾿ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. εὑρ῀ε δὲ τόνγ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ, οὐκ οἰο῀ν, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν, κάλλεος ἱμερθείς. ἀμφ ἀστραγάλοισι δὲ τώγε χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. καί ῥ᾿ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ μάργος Ἔρως λαιῆς ὑποϊ´σχανε χειρὸς ἀγοστόν, ὀρθὸς ἐφεστηώς: γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς χροιῇ θάλλεν ἔρευθος. ὁ δ ἐγγύθεν ὀκλαδὸν ἧστο σῖγα κατηφιόων: δοιὼ δ ἔχεν, ἄλλον ἔτ αὔτως ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ ἐνόησεν Κύπριν ἐπιπλομένην. ἡ δ ἀντίη ἵστατο παιδός, καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν: "Τίπτ ἐπιμειδιάᾳς, ἄφατον κακόν· ἠέ῀ μιν αὔτως ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα· εἰ δ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω: καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι, σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. χρύσεα μέν οἱ κύκλα τετεύχαται: ἀμφὶ δ ἑκάστῳ διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται: κρυπταὶ δὲ ῥαφαί εἰσιν: ἕλιξ δ ἐπιδέδρομε πάσαις κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο, ἀστὴρ ὥς, φλεγέθοντα δι ἠέρος ὁλκὸν ἱήσιν. τήν τοι ἐγὼν ὀπάσω: σὺ δὲ παρθένον Αἰήταο θέλξον ὀιστεύσας ἐπ Ιἤσονι: μηδέ τις ἔστω ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἰή. " Ὧς φάτο: τῷ δ ἀσπαστὸν ἔπος γένετ εἰσαϊόντι. μείλια δ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. λίσσετο δ αἶψα πορεῖν αὐτοσχεδόν: ἡ δ ἀγανοῖσιν ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς, κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα: "Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ ἐμὸν αὐτῆς, ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδ ἀπατήσω, εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο. " Φῆ: ὁ δ ἄῤ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. αὐτίκα δ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ πρέμνῳ κεκλιμένην: ἀνὰ δ ἀγκύλον εἵλετο τόξον. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο αἰθερίας: ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος οὐρανίη: δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τ ἀερθεὶς ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. νειόθι δ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ ἀνδρῶν φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ αὖτε ἄκριες, ἀμφὶ δὲ πόντος ἀν αἰθέρα πολλὸν ἰόντι. Ἥρωες δ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς ἐν ποταμῷ καθ ἕλος λελοχημένοι ἠγορόωντο.

αὐτὸς δ Αἰσονίδης μετεφώνεεν: οἱ δ ὑπάκουον ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες: "Ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ ἐξερέω: τοῦ δ ὔμμι τέλος κρηῆναι ἐοίκεν. ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἐάσιν πᾶσιν ὁμῶς: ὁ δὲ σῖγα νόον βουλήν τ ἀπερύκων ἴστω καὶ νόστου τόνδε στόλον οἰο῀ς ἀπούρας. ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ ἕκηλοι: αὐτὰρ ἐγὼν ἐς δώματ ἐλεύσομαι Αἰήταο, υἱᾶς ἑλὼν Φρίξοιο δύω δ ἐπὶ τοῖσιν ἑταίρους. πειρήσω δ ἐπέεσσι παροίτερον ἀντιβολήσας, εἴ κ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι, ἠε῀ καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες φρασσόμεθ, εἴτ ἄρηι συνοισόμεθ εἴτε τις ἄλλη μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς. μηδ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι, τόνδ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν ἠνορέη, τόδ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει πρηϋ´νας. ὁ δὲ καί ποτ ἀμύμονα Φρίξον ἔδεκτο μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν, Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ ἀλεγίζει. " Ὧς φάτ: ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο πασσυδίῃ, οὐδ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι. καὶ τότ ἄρ υἱῆας Φρίξου Τελαμῶνά θ ἕπεσθαι ὦρσε καὶ Αὐγείην: αὐτὸς δ ἕλεν Ἑρμείαο σκῆπτρον: ἄφαρ δ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ χέρσονδ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο. Κιρκαῖον τόδε που κικλήσκεται: ἔνθα δὲ πολλαὶ ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν, τῶν καὶ ἐπ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν ἀνέρας οἰχομένους πυρὶ καιέμεν: οὐδ ἐνὶ γαίῃ ἔστι θέμις στείλαντας ὕπερθ ἐπὶ σῆμα χέεσθαι, ἀλλ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ ἴσην καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν θηλυτέρας: ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. Τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα ἠέρα πουλὺν ἐφῆκε δι ἄστεος, ὄφρα λάθοιεν Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. ὦκα δ ὅτ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ ἵκοντο Αἰήτεω, τότε δ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. ἔσταν δ ἐν προμολῇσι τεθηπότες ἑρ´κε ἄνακτος εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους ἑξείης ἄνεχον: θριγκὸς δ ἐφύπερθε δόμοιο λαϊ´νεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. εὔκηλοι δ ὑπὲρ οὐδὸν ἔπειτ ἔβαν. ἄγχι δὲ τοῖο ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν ὑψοῦ ἀειρόμεναι μέγ ἐθήλεον. αἱ δ ὑπὸ τῇσιν ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν Ἥφαιστος. καί ῥ ἡ μέν ἀναβλύεσκε γάλακτι, ἡ δ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ: ἡ δ ἄρ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. τοῖ ἄρ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων ἦν στόματ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον: πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον ἤλασεν, Ηἐλίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο: τῇ δ ἐπὶ πολλαὶ δικλίδες εὐπηγεῖς θάλαμοί τ ἔσαν ἔνθα καὶ ἔνθα: δαιδαλέη δ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. λέχρις δ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἠε῀ν, κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι: ἄλλῳ δ Ἄψυρτος ναῖεν πάις Αἰήταο. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν, Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. καί μιν Κόλχων υἱε῀ς ἐπωνυμίην Φαέθοντα ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. τοὺς δ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρ οἵγε ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- Ἥρη γάρ μιν ἔρυκε δόμῳ: πρὶν δ οὔτι θάμιζεν ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν: ὀξὺ δ ἄκουσεν Χαλκιόπη: δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι ἔδραμον. ἡ δ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν: ὧς δὲ καὶ αὐτοὶ μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες γηθόσυνοι: τοῖον δὲ κινυρομένη φάτο μῦθον: "Ἔμπης οὐκ ἄρ ἐμέλλετ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι:

μετὰ δ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἱο῀ν πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ ἀνίας ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο, ὅστις ὅδ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι μητέρ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε· Ὧς ἔφατ: Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε, ἐκ δ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο, Χαλκιόπης ἀίουσα: τὸ δ αὐτίκα πᾶν ὁμάδοιο ἑρ´κος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο ταῦρον ἅλις δμῶες: τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον: τοὶ δὲ λοετρὰ πυρὶ ζέον: οὐδέ τις ἠε῀ν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. Τόφρα δ Ἔρως πολιοῖο δι ἠέρος ἷξεν ἄφαντος, τετρηχώς, οἱό῀ν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ ἰόν. ἐκ δ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων: αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, ἰθὺς δ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκ ἐπὶ Μηδείῃ: τὴν δ ἀμφασίη λάβε θυμόν. αὐτὸς δ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο καγχαλόων ἠίξε: βέλος δ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον: ἀντία δ αἰεὶ βάλλεν ὑπ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἀήντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν ἄλλην μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν, ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, ἄγχι μάλ ἐγρομένη: τὸ δ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ ἀμαθύνει: τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως: ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτ ἔρευθος, ἀκηδείῃσι νόοιο. Δμῶες δ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν, αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν: "Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, πῶς Αἰά῀νδε νέεσθε παλίσσυτοι· ἠέ῀ τις ἄτη σωομένοις μεσσηγὺς ἐνέκλασεν· οὐ μὲν ἐμεῖο πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἁρ´μασιν Ηἐλίοιο δινεύσας, ὅτ ἐμεῖο κασιγνήτην ἐκόμιζεν Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ ἔτι νῦν περ ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἰής. ἀλλὰ τί μύθων ἦδος· ἃ δ ἐν ποσὶν ὗμιν ὄρωρεν, εἴπατ ἀριφραδέως, ἠδ οἵτινες οἵδ ἐφέπονται ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε. Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἠε῀ν:

"Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἀέλλαι ζαχρηεῖς: αὐτοὺς δ ἐπὶ δούρασι πεπτηῶτας νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα λυγαίῃ ὑπὸ νυκτί: θεὸς δέ τις ἄμμ ἐσάωσεν. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον ηὐλίζοντ ὄρνιθες Ἀρήιαι, οὐδ ἔτι κείνας εὑρ´ομεν. ἀλλ οἵγ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι: καί σφ ἀπέρυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα, αὐτίκ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ ἔδωκαν, οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαϊόντες ἠδ αὐτοῖο σέθεν: μετὰ γὰρ τεὸν ἄστυ νέονται. χρειὼ δ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ ς ἐπικεύσω. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν, πέμπει δεῦρο νέεσθαι ἀμήχανον: οὐδ ὑπαλύξειν στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν καὶ χόλον, οὐδ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. νῆα δ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην, οἱαί῀ περ Κόλχοισι μετ ἀνδράσι νῆες ἐάσιν, τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν: ἡ δ ἐνὶ γόμφοις ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἀέλλαι. ἶσον δ ἐξ ἀνέμοιο θέει καὶ ὅτ ἀνέρες αὐτοὶ νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. τῇ δ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ ἐπαληθεὶς ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. αὐτῷ δ ὥς κεν ἅδῃ, τὼς ἔσσεται: οὐ γὰρ ἱκάνει χερσὶ βιησόμενος: μέμονεν δέ τοι ἄξια τίσειν δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. τόνδε μέν, οἱό῀ περ οὕνεκ ἀφ Ἑλλάδος ὧλλοι ἄγερθεν, κλείους Αἴσονος υἱὸν Ιἤσονα Κρηθεϊ´δαο. εἰ δ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ ἔσαν Αἰόλου υἱε῀ς: Φρίξος δ αὖτ Ἀθάμαντος ἐήν πάις Αἰολίδαο. τόνδε δ ἄρ, Ηἐλίου γόνον ἔμμεναι εἴ τιν ἀκούεις, δέρκεαι Αὐγείην: Τελαμὼν δ ὅγε, κυδίστοιο Αἰακοῦ ἐκγεγαώς: Ζεὺς δ Αἰακὸν αὐτὸς ἔτικτεν. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, ἀθανάτων υἱέ῀ς τε καὶ υἱωνοὶ γεγάασιν. Τοῖα παρέννεπεν Ἄργος:

ἄναξ δ ἐπεχώσατο μύθοις εἰσαϊών: ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. φῆ δ ἐπαλαστήσας: μενέαινε δὲ παισὶ μάλιστα Χαλκιόπης: τῶν γάρ σφε μετελθέμεν οὕνεκ ἐώλπει: ἐκ δέ οἱ ὄμματ ἔλαμψεν ὑπ ὀφρύσιν ἱεμένοιο: "Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, νεῖσθ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης, πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι· αὐτίχ ὁμαρτήσαντες ἀφ Ἑλλάδος, οὐκ ἐπὶ κῶας, σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης, ἦ τ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας ἀμφοτέρας, οἰοίσιν ἐπιπροέηκα πόδεσσιν, ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι, οἱᾶ δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν. " Φῆ ῥα χαλεψάμενος: μέγα δὲ φρένες Αἰακίδαο νειόθεν οἰδαίνεσκον: ἐέλδετο δ ἔνδοθι θυμὸς ἀντιβίην ὀλοὸν φάσθαι ἔπος: ἀλλ ἀπέρυκεν Αἰσονίδης: πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν: "Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως ἄστυ τεὸν καὶ δώμαθ ἱκάνομεν, ὥς που ἐόλπας, οὐδὲ μὲν ἱέμενοι. τίς δ ἂν τόσον οἶδμα περῆσαι τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας· ἀλλά με δαίμων καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. δὸς χάριν ἀντομένοισι: σέθεν δ ἐγὼ Ἑλλάδι πάσῃ θεσπεσιην οἴσω κληηδόνα: καὶ δέ τοι ἤδη πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν, εἴτ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν ἄλλον δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι. " Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί: τοῖο δὲ θυμὸς διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν, ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι, ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ ἄρειον φραζομένῳ: καὶ δή μιν ὑποβλήδην προσέειπεν: "Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις· εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως οὐδὲν ἐμεῖο χέρηες ἐπ ὀθνείοισιν ἔβητε, δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ ἐθέλῃσθα, πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ ἀνδράσιν οὔτι μεγαίρω, ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ ἀέθλος, τόν ῥ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες: τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν, ἀλλ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δ αὖθι δαϊ´ζων κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὡρ´ην παύομαι ἀμήτοιο. σύ δ, εἰ τάδε τοῖα τελέσσεις, αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος: πρὶν δέ κεν οὐ δοίην, μηδ ἔλπεο. δὴ γὰρ ἀεικὲς ἄνδρ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι. Ὧς ἄρ ἔφη:

ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας ἧστ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. βουλὴν δ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον: ὀψε δ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν: "Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. τῶ καὶ ἐγὼ τὸν ἀέθλον ὑπερφίαλόν περ ἐόντα τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ ἄλλο ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετ ἀνάγκης, ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος. " Ὧς φάτ ἀμηχανίῃ βεβολημένος: αὐτὰρ ὁ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα: "Ἔρχεο νῦν μεθ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο: εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι, ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο, αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν. " Ἴσκεν ἀπηλεγέως: ὁ δ ἀπὸ θρόνου ὤρνυτ Ιἤσων, Αὐγείης Τελαμών τε παρασχεδόν: εἵπετο δ Ἄργος οἰο῀ς, ἐπεὶ μεσσηγὺς ἔτ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις: οἱ δ ἠίσαν ἐκ μεγάροιο. θεσπέσιον δ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν: ἐπ αὐτῷ δ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, κῆρ ἄχεϊ σμύχουσα: νόος δέ οἱ ἠύτ ὄνειρος ἑρπύζων πεπότητο μετ ἴχνια νισσομένοιο. καί ῥ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει. αὔτως δ αὖ Μήδεια μετέστιχε: πολλὰ δὲ θυμῷ ὡρ´μαιν, ὅσσα τ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δ ἄρ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα, αὐτός θ οἱο῀ς ἐήν, οἱοίσί τε φάρεσιν ἕστο, οἱά῀ τ ἐείφ, ὥς θ ἕζετ ἐπὶ θρόνου, ὥς τε θύραζε ἠιέν: οὐδέ τιν ἄλλον ὀίσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον: ἐν οὐάσι δ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. τάρβει δ ἀμφ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς Αἰήτης φθίσειεν: ὀδύρετο δ ἠύτε πάμπαν ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν: ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον: "Τίπτε με δειλαίην τόδ ἔχει ἄχος· εἴθ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο, οἴκαδε νοστήσειε φυγὼν μόρον: εἰ δέ μιν αἶσα δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη, οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ. " Ἡ μὲν ἄρ ὧς ἐόλητο νόον μελεδήμασι κούρη. οἱ δ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότ Ιἤσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν: "Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν ἐνίψω:

πείρης δ οὐ μάλ ἐοίκε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν. τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος ἔσσετ ἀεθλεύοντι δαμήμεναι: ἀλλὰ μάλ αἰνῶς δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ ἧμιν ὄλεθρος. " Ἴσκεν ἐυφρονέων: ὁ δ ἀμείβετο τοῖσδ ἐπέεσσιν: "Ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω. βάσκ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος: μελέη γε μὲν ἧμιν ὄρωρεν ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν. " ὧς ἔφατ: ὦκα δ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο: τοῖσιν δ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον: "Ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο. φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας. τετράγυον δ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι: δώσειν δ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ ἀνίῃσιν γηγενέας χαλκέοις σὺν τεύχεσιν: ἤματι δ αὐτῷ χρειὼ τούσγε δαϊ´ξαι. ὃ δή νύ οἱ--οὔτι γὰρ ἄλλο βέλτερον ἦν φράσσασθαι--ἀπηλεγέως ὑποέστην. " Ὧς ἄρ ἔφη: πάντεσσι δ ἀνήνυτος εἴσατ ἀέθλος, δὴν δ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες: ὀψὲ δὲ Πηλεὺς θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἐείπεν: "Ὥρη μητιάασθαι ὅ κ ἔρξομεν. οὐ μὲν ἐόλπα βουλῆς εἶναι ὄνειαρ, ὅσον τ ἐπὶ κάρτεϊ χειρῶν. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο, ἡρ´ως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο, ἦ τ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο: εἰ δ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ, μήτ αὐτὸς ἐπείγεο, μήτε τιν ἄλλον τῶνδ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος. " Ὧς ἔφατ Αἰακίδης: Τελαμῶνι δὲ θυμὸς ὀρίνθη: σπερχόμενος δ ἀνόρουσε θοῶς: ἐπὶ δὲ τρίτος Ἴδας ὦρτο μέγα φρονέων, ἐπὶ δ υἱέε Τυνδαρέοιο: σὺν δὲ καὶ Οἰνεϊ´δης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους ἀντέλλων: τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός. οἱ δ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ Ἄργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου: "Ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν οἰώ μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν. τῶ καί περ μεμαῶτες, ἐρητύοισθ ἐνὶ νηὶ τυτθὸν ἔθ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐνιτρέφετ Αἰήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχ, ὅς ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, τοῖσι καὶ ἀκαμάτοιο π; ; ρὸς μειλίσσετ ἀυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ ἰόντες μνησάμεθ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα, μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ. εἰ δὲ καὶ αὐτοῖσιν τόδ ἐφανδάνει, ἦ τ ἂν ἱκοίμην ἤματι τῷδ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο πειρήσων: τάχα δ ἂν σὺν δαίμονι πειρηθείην. Ὧς φάτο:

τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις: κίρκος δ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν: "Υ᾿´μμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται: οὐδέ τῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν, εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον πέφραδεν ἔσσεσθαι. κείνης δ ὅγε μείλιχος ὄρνις πότμον ὑπεξήλυξε: κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ τόνδε κατ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε. " Ἴσκεν: ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι: μοῦνος δ Ἀφαρήιος ἄνθορεν Ἴδας, δείν ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε: "Ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι, οὐκέτ Ἐνυαλίοιο μέγα σθένος· ἐς δὲ πελείας καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων· ἔρρετε, μηδ ὔμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. " Ὧς ηὔδα μεμαώς: πολέες δ ὁμάδησαν ἑταῖροι ἦκα μάλ, οὐδ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον. χωόμενος δ ὅγ ἔπειτα καθέζετο: τοῖσι δ Ιἤσων αὐτίκ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ ἀγόρευεν: "Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἑάδεν, στελλέσθω: ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο ἀμφαδὸν ἤδη πείσματ ἀνάψομεν. ἦ γὰρ ἐοίκεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν. " Ὧς ἄρ ἔφη: καὶ τὸν μὲν ἄφαρ προϊάλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν: οἱ δ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς. Αὐτίκα δ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων. στεῦτο δ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται ἄνδρα τόν, ὅς ῥ ὑπέδεκτο βαρὺν καμέεσθαι ἀέθλον, δρυμὸν ἀναρρήξας λασίης καθύπερθε: κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων ξείνων μελιχίῃ τε θεουδείῃ τ ἐκέκαστο, εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ οὐρανοῦ ἄγγελον ἧκεν Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν: μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαϊ´ξαι. νόσφι δὲ οἷ αὐτῷ φάτ ἐοικότα μείλια τίσειν υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες: ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ηἐλίοιο, χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι: τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν φράσσωνται στυγερήν, οὐδ υἱέος Ἀψύρτοιο: ἀλλ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καί ῥ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος: μέγα δέ σφιν ἀπείλεε νῆά τ ἔρυσθαι ἠδ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ. Τόφρα δὲ μητέρ ἑήν, μετιὼν δόμον Αἰήταο, Ἄργος παντοίοισι παρηγορέεσκ ἐπέεσσιν, Μήδειαν λίσσεσθαι ἀμυνέμεν:

ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε: δέος δέ μιν ἴσχανε θυμόν, μή πως ἠὲ παρ αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο. Κούρην δ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἱά῀ τ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι. τὸν ξεῖνον δ ἐδόκησεν ὑφεστάμεναι τὸν ἀέθλον, οὔτι μάλ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν: ὀίετο δ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλ εὐμαρέως πονέεσθαι: σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν: ἐκ δ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις: αὐτῇ δ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἵλετο: τοὺς δ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ ἐβόησαν χωόμενοι: τὴν δ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δ ἀνόρουσε φόβῳ, περί τ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο: μόλις δ ἐσαγείρατο θυμὸν ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ ἀνενείκατο φωνήν: "Δειλὴ ἐγών, οἱό῀ν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα παισί: τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος. " Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὠίξε δόμοιο, νήλιπος, οἰέανος: καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε, καὶ ἑρ´κεος οὐδὸν ἄμειψεν. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη: μετὰ δ ἐτράπετ αὖτις ὀπίσσω στρεφθεῖς: ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ ἀλέεινεν εἴσω: τηϋ´σιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα: ἤτοι ὅτ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς: αἰδοῖ δ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δ ἔσχετο, τέτρατον αὖτις λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. ὡς δ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε: μυχῷ δ ἀχέουσα θαάσσει: τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων: ἡ δ ἔνδοθι δαιομένη περ σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες: τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω μυρομένην μεσσηγὺς ἐπιπρομολοῦς ἐνόησεν δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα: Χαλκιόπῃ δ ἤγγειλε παρασχεδόν: ἡ δ ἐνὶ παισὶν ἧστ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλ οὐδ ὧς ἀπίθησεν, ὅτ ἔκλυεν ἀμφιπόλοιο μῦθον ἀνώιστον: διὰ δ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη κέκλιτ ἀκηχεμένη, δρύψεν δ ἑκάτερθε παρειάς: ὡς δ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν: "Ωἴ μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις·

τίπτ ἔπαθες· τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος· ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος, ἠέ῀ τιν οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν ἀμφί τ ἐμοὶ καὶ παισίν· ὄφελλέ με μήτε τοκήων δῶμα τόδ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλ ἐπὶ γαίης πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων. " Ὧς φάτο: τῆς δ ἐρύθηνε παρήια: δὴν δέ μιν αἰδὼς παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν. μῦθος δ ἄλλοτε μέν οἱ ἐπ ἀκροτάτης ἀνέτελλεν γλώσσης, ἄλλοτ ἔνερθε κατὰ στῆθος πεπότητο. πολλάκι δ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν: φθογγῇ δ οὐ προύβαινε παροιτέρω: ὀψὲ δ ἐείπεν τοῖα δόλῳ: θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες: "Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἀήται, μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ ὀλέσσῃ. τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα θείη, μηδ ἀλεγεινὸν ἐφ υἱάσι κῆδος ἕλοιο. " Φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν. τὴν δ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη δείματι, τοῖ ἐσάκουσεν: ἀμείβετο δ ὧδ ἐπέεσσιν: "Καὶ δ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα, εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν. ἀλλ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι. λίσσομ ὑπὲρ μακάρων σέο τ αὐτῆς ἠδὲ τοκήων, μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι λευγαλέως: ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα εἰήν ἐξ Αἴδεω στυγερὴ μετόπισθεν Ἐρινύς. " Ὧς ἄρ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ αὐτίκα δάκρυ: νειόθι θ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν, σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ ἐλεεινὸν ἄμφω ἐπ ἀλλήλῃσι θέσαν γόον: ὦρτο δ ἰωὴ λεπταλέη διὰ δώματ ὀδυρομένων ἀχέεσσιν. τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα: "Δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷ ἀγορεύεις, ἀράς τε στυγερὰς καὶ Ἐρινύας· αἲ γὰρ ὄφελλεν ἔμπεδον εἶναι ἐπ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι. ἴστω Κόλχων ὁρ´κος ὑπέρβιος ὅντιν ὀμόσσαι αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θ ὑπένερθεν Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο, μή ς ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν. " Φῆ ἄρα: Χαλκιόπη δ ἠμείβετο τοῖσδ ἐπέεσσιν: "Οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου, παίδων εἵνεκ ἐμεῖο· καὶ ἐκ κείνοιο δ ἱκάνει Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς: μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδ ἰοῦσα. Ὧς φάτο:

τῇ δ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός, φοινίχθη δ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς εἷλεν ἰαινομένην, τοῖον δ ἐπὶ μῦθον ἐείπεν: "Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται, ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο, εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν, κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον. ἀλλ ἴθι, κεῦθε δ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν: ἦρι δὲ νηὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων. " Ὧς ἥγ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν, τοῖα παρὲξ οὗ πατρὸς ἐπ ἀνέρι μητιάασθαι. Νὺξ μὲν ἔπειτ ἐπὶ γαῖαν ἄγεν κνέφας: οἱ δ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν: ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο: καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ ἐκάλυπτεν: οὐδὲ κυνῶν ὑλακὴ ἔτ ἀνὰ πτόλιν, οὐ θρόος ἠε῀ν ἠχήεις: σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται: ἡ δ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα: ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. δάκρυ δ ἀπ ὀφθαλμῶν ἐλέῳ ῥέεν: ἔνδοθι δ αἰεὶ τεῖρ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν, ἄλλοτε δ οὔτι: καταφθίσθαι δὲ καὶ αὐτή: αὐτίκα δ οὔτ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην. ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε: "Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι· πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι: οὐδέ τις ἀλκὴ πήματος: ἀλλ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, πρὶν τόνγ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι Χαλκιόπης υἱᾶς. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς ἄμμι πολυκλαὕτους δεῦρ ἤγαγε κεῖθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη· ποῖον δ ἐπὶ μῦθον ἐνίψω· τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ ἀρωγῆς· ἦ μιν ἄνευθ ἑτάρων προσπτύξομαι οἰο῀ν ἰδοῦσα· δύσμορος: οὐ μὲν ἐόλπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων: τότε δ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαϊή: ὁ δ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ ἐξανύσειεν ἀέθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας: τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν: καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται: ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, μαργοσύνῃ εἴξασα. τί δ οὐκ ἐμὸν ἔσσεται αἶσχος· ᾤ μοι ἐμῆς ἄτης. ἦ τ ἂν πολὺ κέρδιον εἰή τῇδ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι. Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι, ἔκειτο.

ἐνθεμένη δ ἐπὶ γούνατ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ ἔρρεεν ἀσταγὲς αὔτως, αἴν ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἱέτο δ ἥγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ Αἴδαο. ἔσχετο δ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅς ἐνὶ ζωοῖσι πέλονται, μνήσαθ ὁμηλικίης περιγηθέος, οἱά῀ τε κούρη: καί τέ οἱ ἠέλιος γλυκίων γένετ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν: ἐέλδετο δ αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. πυκνὰ δ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων, αἴγλην σκεπτομένη: τῇ δ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δ ἀνὰ πτολίεθρον ἕκαστοι. Ἔνθα κασιγνήτους μὲν ἔτ αὐτόθι μεῖναι ἀνώγει Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης: αὐτὸς δ αὖτ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς. Ἡ δ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, αὐσταλέας δ ἔψησε παρηίδας: αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαιδρύνετ ἐπὶ χρόα: δῦνε δὲ πέπλον καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν: ἀμβροσίῳ δ ἐφύπερθε καρήατι βάλλε καλύπτρην ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἠε῀ν θεσπέσι, ἄλλα τ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ, οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν. ἔνθ αὖτ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην: ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι. τῷ εἴ κ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν Κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο, ἦ τ ἂν ὅγ οὔτε ῥηκτὸς ἐοί χαλκοῖο τυπῇσιν, οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι: ἀλλὰ καὶ ἀλκῇ λωίτερος κεῖν ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. πρωτοφυὲς τόγ ἀνέσχε καταστάξαντος ἔραζε αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντ ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη, καυλοῖσιν διδύμοισιν ἐπήορον: ἡ δ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα. τῆς οἱήν τ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα, Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν. μυκηθμῷ δ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα, ῥίζης τεμνομένης Τιτηνίδος: ἔστενε δ αὐτὸς Ιἀπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων. τό ῥ ἥγ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἐέρτο. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ ἀπήνης: σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. αὐτὴ δ ἡνί ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ, ἔλαεν δὲ δι ἄστεος: αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν, τρώχων εὐρεῖαν κατ ἀμαξιτόν: ἂν δὲ χιτῶνας λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἀείρον. οἱή δὲ λιαροῖσιν ἐφ ὕδασι Παρθενίοιο, ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο χρυσείοις Λητωὶς ἐφ ἁρ´μασιν ἑστηυῖα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης: τῇ δ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ αὐτῆς ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας: ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν: ὧς αἵγ ἐσσεύοντο δι ἄστεος: ἀμφὶ δὲ λαοὶ εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ ἀγυιάς, νηὸν δ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα, δὴ τότ ἐυτροχάλοιο κατ αὐτόθι βήσατ ἀπήνης ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἐείπεν: "Ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδ ἐνόησα μὴ ἴμεν ἀλλοδαποῖσι μετ ἀνδράσιν, οἵ τ ἐπὶ γαῖαν ἡμετέρην στρωφῶσιν.

ἀμηχανίῃ βεβόληται πᾶσα πόλις: τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται. ἀλλ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν, εἰ δ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης λεξάμεναι τότ ἔπειτ αὐτὴν ἀπονισσόμεθ ὡρ´ην. καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ ἵκοισθε ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν. Ἄργος γάρ μ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ Χαλκιόπη: τὰ δὲ σῖγα νόῳ ἔχετ εἰσαϊούσαι ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὐάτα μῦθος ἵκηται. τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη, δῶρ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων. αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι, ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ δῶρα φέρων, τῷ δ αὖτε κακώτερον ἄλλο πόρωμεν φάρμακον. ἀλλ ἀπονόσφι πέλεσθέ μοι, εὖτ ἂν ἵκηται. " Ὧς ηὔδα: πάσῃσι δ ἐπίκλοπος ἥνδανε μῆτις. αὐτίκα δ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας Ἄργος, ὅτ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν, ἦγε διὲκ πεδίου: ἅμα δέ σφισιν εἵπετο Μόψος Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. Ἔνθ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ ἀνδρῶν, οὔθ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ ὅσοι ἄλλων ἀθανάτων ἡρ´ωες ἀφ αἵματος ἐβλάστησαν, οἱο῀ν Ιἤσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι λαμπόμενον χαρίτεσσιν: ἐγήθησεν δὲ κελεύθῳ Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα. Ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα, τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα ὑψοῦ ἐπ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς: "Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ ὅσα παῖδες ἴσασιν οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν οὔτ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο ἠιθέῳ, εὖτ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. ἔρροις, ὦ κακόμαντι, κακοφραδές: οὔτε σε Κύπρις, οὔτ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες. " Ἴσκεν ἀτεμβομένη: μείδησε δὲ Μόψος ἀκούσας ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ ἐείπεν: "Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην δήεις, Αἰσονίδη: μάλα δ ἠπίῃ ἀντιβολήσεις Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. νῶι δ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτ ἂν ἵκηαι, τῷδ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ: οἰόθι δ αὐτὸς λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν. Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.

οὐδ ἄρα Μηδείης θυμὸς τράπετ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως: πᾶσαι δέ οἱ, ἥντιν ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ ὄσσε ἀμφιπόλων μεθ ὅμιλον ἔχ ἀτρέμας: ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψός ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ ἐν ἄσπετον ἧκεν ὀιζύν: ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. ἐκ δ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ αὔτως ἤχλυσαν: θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δ οὔτ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ ὑπένερθε πάγη πόδας. αἱ δ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὼ δ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ: μετὰ δ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον: ὧς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον: "Τίπτε με, παρθενική, τόσον ἅζεαι, οἰο῀ν ἐόντα· οὔ τοι ἐγών, οἱοί῀ τε δυσαυχέες ἄλλοι ἐάσιν ἀνέρες, οὐδ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον, ἠᾶ πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη, ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι. ἀλλ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες, χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ οὐ θέμις ἔστ ἀλιτέσθαι, ἀμφαδίην ἀγόρευε καὶ εἴρεο: μηδέ με τερπνοῖς φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. πρός ς αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ ὑπερίσχει: ἀμφότερον δ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ ἱκάνω, χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ ἀέθλου. σοὶ δ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας, οὔνομα καὶ καλὸν τεύχων κλέος: ὧς δὲ καὶ ὧλλοι ἡρ´ωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες ἡρώων τ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν: τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας. δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ ἀέθλων παρθενικὴ Μινωὶς ἐυφρονέους Ἀριάδνη, ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ηἐλίοιο. ἀλλ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως, σὺν τῷ ἐφεζομένη πάτρην λίπε: τὴν δὲ καὶ αὐτοὶ ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ ἀστερόεις στέφανος, τόν τε κλείους Ἀριάδνης, πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν. ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἐοίκας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι. Ὧς φάτο κυδαίνων:

ἡ δ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδης ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην: οὐδ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο, ἀλλ ἄμυδις μενέαινεν ἀολλέα πάντ ἀγορεῦσαι. προπρὸ δ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης φάρμακον: αὐτὰρ ὅγ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς. καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι: τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα: τῆς δ ἀμαρυγὰς ὀφθαλμῶν ἡρ´παζεν: ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἱό῀ν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν. ἄμφω δ ἄλλοτε μέν τε κατ οὔδεος ὄμματ ἔρειδον αἰδόμενοι, ὁτὲ δ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπ ὀφρύσι μειδιόωντες. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη: "Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ ἀρωγήν. εὖτ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας, ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, οἰο῀ς ἄνευθ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν βόθρον ὀρύξασθαι περιηγέα: τῷ δ ἔνι θῆλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι, αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. μουνογενῆ δ Ἑκάτην Περσηίδα μειλίσσοιο, λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων. ἔνθα δ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο: μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας οὐδ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας: ἐν δέ οἱ ἀλκὴ ἔσσετ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω καὶ ξίφος. ἔνθ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν ἔσσεαι, ἀλλ αὐτῆμαρ: ὅμως σύγε μή ποτ ἀέθλου χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ ὄνειαρ. αὐτίκ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς, οἱ δ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς, λάθρῃ λᾶαν ἄφες στιβαρώτερον: οἱ δ ἂν ἐπ αὐτῷ, καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν ἀλλήλους: καὶ δ αὐτὸς ἐπείγεο δηιοτῆτος ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γ ἕκητι οἴσεαι ἐξ Αἰής τηλοῦ ποθί: νίσσεο δ ἔμπης, ᾗ φίλον, ἤ τοι ἑάδεν ἀφορμηθέντι νέεσθαι. Ὧς ἄρ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν μυρομένη, ὅ τ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο πόντον ἐπιπλάγξεσθαι:

ἀνιηρῷ δέ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς δεξιτερῆς: δὴ γάρ οἱ ἀπ ὀφθαλμοὺς λίπεν αἰδώς: "Μνώεο δ, ἢν ἄρα δή ποθ ὑπότροπος οἴκαδ ἵκηαι, οὔνομα Μηδείης: ὧς δ αὖτ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἐάσιν δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις: ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο, ἠε῀ καὶ Αἰαίης νήσου πέλας· εἰπὲ δὲ κούρην, ἥντινα τήνδ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο. " Ὧς φάτο: τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα: "Καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτ ἦμαρ σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἀέθλον. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὐάδε πάτρην, ἐξερέω: μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς Ιἀπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα, ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. ἐν δ αὐτῇ Ιαὠλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι πολλαὶ ναιετάουσιν, ἵν οὐδέ περ οὔνομ ἀκοῦσαι Αἰαίης νήσου: Μινύην γε μὲν ὁρμηθέντα, Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ ἀγορεύω, ἡμετέρους τε δόμους τηλεκλείτην τ Ἀριάδνην, κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ ἐρεείνεις· αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως ἀμφ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἰή. " Ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν. τῆς δ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ: "Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν. Αἰήτης δ οὐ τοῖος ἐν ἀνδράσιν, οἱο῀ν ἐείπας Μίνω Πασιφάης πόσιν ἔμμεναι: οὐδ Ἀριάδνῃ ἰσοῦμαι: τῶ μήτι φιλοξενίην ἀγόρευε. ἀλλ οἰο῀ν τύνη μὲν ἐμεῦ, ὅτ Ιὠλκὸν ἵκηαι, μνώεο: σεῖο δ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι. ἔλθοι δ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα, ἠέ τις ἄγγελος ὄρνις, ὅτ ἐκλελάθοιο ἐμεῖο: ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδ εἰς Ιαὠλκὸν ἀναρπάξασαι ἀέλλαι, ὄφρα ς, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἰήν ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν. Ὧς ἄρ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν δάκρυα:

τὴν δ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν: "Δαιμονίη, κενεὰς μὲν ἐά πλάζεσθαι ἀέλλας, ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις. εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι, τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε ἔσσεαι: οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν, οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ ἵκοντο σῇ βουλῇ, τῶν δ αὖτε κασίγνητοί τε ἔται τε καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν πορσυνέεις: οὐδ ἄμμε διακρινέει φιλότητος ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι. " Ὧς φάτο: τῇ δ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ, ἔμπης δ ἔργ ἀίδηλα κατερρίγησεν ἰδέσθαι. σχετλίη: οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη, ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ιὠλκὸν ἵκοιτο Αἰαίη Μήδεια, λιποῦς ἄπο πατρίδα γαῖαν. Ἤδη δ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον: ἐδεύετο δ ἤματος ὡρ´η ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην. ἡ δ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν, εἰ μὴ ἄρ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα: "Ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ ὀθνείων: αὖτις δ ἀβολήσομεν ἐνθάδ ἰόντες. " Ὧς τώγ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν πείρηθεν: μετὰ δ αὖτε διέτμαγεν. ἤτοι Ιἤσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι: ἡ δὲ μετ ἀμφιπόλους: αἱ δὲ σχεδὸν ἀντεβόλησαν πᾶσαι ὁμοῦ: τὰς δ οὔτι περιπλομένας ἐνόησεν. ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο. αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ ἀπήνης, καί ῥ ἑτέρῃ μὲν χειρὶ λάβ ἡνία, τῇ δ ἄρ ἱμάσθλην δαιδαλέην, οὐρῆας ἐλαυνέμεν: οἱ δὲ πόλινδε θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ ἄρ ἰοῦσαν Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν: ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων ἔκλυεν, οὔτ αὐδῆσαι ἀνειρομένῃ λελίητο. ἷζε δ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν: ὑγρὰ δ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα οἱο῀ν ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ. Αἰσονίδης δ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη, ὦρτ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, ἡρώων ἐς ὅμιλον: ὁμοῦ δ ἐπὶ νῆα πέλασσαν. οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ ἐρέοντο. αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης, δεῖξέ τε φάρμακον αἰνόν: ὁ δ οἰόθεν οἰο῀ς ἑταίρων Ἴδας ἧστ ἀπάνευθε δακὼν χόλον: οἱ δὲ δὴ ἄλλοι γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός, εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ ἠοῖ πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα, σὺν δὲ καὶ Αἰθαλίδην, υἱᾶ κλυτὸν Ἑρμείαο. βὰν δ ἴμεν, οὐδ ἁλίωσαν ὁδόν: πόρε δέ σφιν ἰοῦσιν κρείων Αἰήτης χαλεποὺς ἐς ἀέθλον ὀδόντας Αὀνίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ Κάδμος, ὅτ Εὐρώπην διζήμενος εἰσαφίκανεν, πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα: ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο. τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι. καί ῥ ὁ μὲν Αὀνίοισιν ἐνισπείρας πεδίοισιν Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν, Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο: τοὺς δὲ τότ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ ἀέθλου ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο. Ηἔλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων:

Νὺξ δ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά: τοὶ δὲ χαμεύνας ἔντυον ἡρ´ωες παρὰ πείσμασιν. αὐτὰρ Ιἤσων αὐτίκ ἐπεί ῥ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ αἰθήρ, βῆ ῥ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ, σὺν πᾶσιν χρήεσσι: πρὸ γάρ τ ἀλέγυνεν ἕκαστα ἠμάτιος: θῆλυν μὲν ὀίν, γάλα τ ἔκτοθι ποίμνης Ἄργος ἰὼν ἤνεικε: τὰ δ ἐξ αὐτῆς ἕλε νηός. ἀλλ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἠε῀ν ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν, ἔνθ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας: ἀμφὶ δὲ φᾶρος ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. πήχυιον δ ἄρ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησε σχίζας, ἐπὶ δ ἀρνειοῦ τάμε λαιμόν, αὐτόν τ εὖ καθύπερθε τανύσσατο: δαῖε δὲ φιτρους πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. καί ῥ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν: ἡ δ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο: πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυϊ´νοισι μετὰ πτόρθοισι δράκοντες. στράπτε δ ἀπειρέσιον δαϊ´δων σέλας: ἀμφὶ δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. πίσεα δ ἔτρεμε πάντα κατὰ στίβον: αἱ δ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. Αἰσονίδην δ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ ὧς ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ ἑτάροισιν μίκτο κιών: ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς Ηὢς βάλεν ἀντέλλουσα. Καὶ τότ ἄρ Αἰήτης περὶ μὲν στήθεσσιν ἑέστο θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα: χρυσείην δ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον, λαμπομένην οἱό῀ν τε περίτροχον ἔπλετο φέγγος ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος δεινόν, ἀμαιμάκετον: τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα τῆλε παρέξ, ὅ κεν οἰο῀ς ἐναντίβιον πολέμιξεν. τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι: ἂν δὲ καὶ αὐτὸς βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ παρσταίη: σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. οἱο῀ς δ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἁρ´μασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης ὕδωρ, ἠὲ κατ ἄλσος Υἁντίου Ὀγχηστοῖο, καί τε Καλαύρειαν μετὰ δῆθ ἅμα νίσσεται ἵπποις, Πέτρην θ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν: τοῖος ἄρ Αἰήτης Κόλχων ἀγὸς ἠε῀ν ἰδέσθαι. Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ιἤσων φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος:

ἀμφὶ δ ἑταῖροι πείρησαν τευχέων βεβιημένοι, οὐδ ἐδύναντο κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ αὔτως ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας κόψε παρ οὐρίαχον μεγάλῳ ξίφει: ἆλτο δ ἀκωκὴ ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές: οἱ δ ὁμάδησαν γηθόσυνοι ἡρ´ωες ἐπ ἐλπωρῇσιν ἀέθλου. καὶ δ αὐτὸς μετέπειτα παλύνετο: δῦ δέ μιν ἀλκὴ σμερδαλέη ἄφατός τε καὶ ἄτρομος: αἱ δ ἑκάτερθεν χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι. ὡς δ ὅτ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν κυδιόων ὀρθοῖσιν ἐπ οὐάσιν αὐχέν ἀείρει: τοῖος ἄρ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων. πολλὰ δ ἄρ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν, ἀσπίδα χαλκείην μελίην τ ἐν χερσὶ τινάσσων. φαίης κε ζοφεροῖο κατ αἰθέρος ἀίσσουσαν χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι ἐκ νεφέων, ὅτ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται. καὶ τότ ἔπειτ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον: ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες ῥίμφα μάλ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν, ὅσσον τ ἐκ βαλβῖδος ἐπήβολος ἁρ´ματι νύσσα γίγνεται, ὁππότ ἀέθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. τέτμον δ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν, τὸν δ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. Αἰσονίδης δ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι, δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν ἐς ἀέθλον, νηὸς ἀποπροθορών: ἄμυδις δ ἕλε παμφανόωσαν χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων καὶ ξίφος ἀμφ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι. παπτήνας δ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων αὐτόγυόν τ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. χρίμψε δ ἔπειτα κιών, παρὰ δ ὄβριμον ἔγχος ἔπηξεν ὀρθὸν ἐπ οὐριάχῳ, κυνέην δ ἀποκάτθετ ἐρείσας. βῆ δ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων ἴχνια μαστεύων: οἱ δ ἔκποθεν ἀφράστοιο κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ, ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες. ἔδδεισαν δ ἡρ´ωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε, εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματ ἀέλλαις. πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον: οἱ δέ μιν ἄμφω μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν: οὐδ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες. ὡς δ ὅτ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τ ἀναμαρμαίρουσιν, πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ αὖ λήγουσιν ἀυτμῆς, δεινὸς δ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ ἀίξῃ νειόθεν: ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δ ἄμφεπε δήιον αἶθος βάλλον ἅ τε στεροπή: κούρης δέ ἑ φάρμακ ἔρυτο. καί ῥ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ ζεύγλῃ χαλκείῃ, τὸν δ ἐν χθονὶ κάββαλεν ὀκλάξ, ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. εὐρὺ δ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς. θαύμασε δ Αἰήτης σθένος ἀνέρος. οἱ δ ἄρα τείως Τυνδαρίδαι--δὴ γάρ σφι πάλαι προπεφραδμένον ἠε῀ν-- ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι. αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους: μεσσηγὺ δ ἀείρας χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα χαζέσθην. ὁ δ ἄρ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων πήληκα βριαρὴν δόρυ τ ἄσχετον, ᾧ π῾ ὑπὸ μέσσας ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ οὐτάζων λαγόνας: μάλα δ ἔμπεδον εὖ ἀραρυῖαν τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. οἱ δ εἱώς μὲν δὴ περιώσια θυμαίνεσκον, λάβρον ἐπιπνείοντε πυρὸς σέλας: ὦρτο δ ἀυτμὴ ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. δηρὸν δ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ ἠίσαν: ὀκριόεσσα δ ἐρείκετο νειὸς ὀπίσσω, σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ ἀροτῆρι. δεινὸν δ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου βώλακες ἀγνύμεναι ἀνδραχθέες: εἵπετο δ αὐτὸς λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί: τῆλε δ ἑοῖο βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς: οἱ δ ἄρ ἐπιπρὸ χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο. ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι, τῆμος ἀρήροτο νειὸς ὑπ ἀκαμάτῳ ἀροτῆρι, τετράγυός περ ἐοῦσα: βοῶν τ ἀπελύετ ἄροτρα. καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι: αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ ἔτι κεινὰς γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ ἑταῖροι θάρσυνον μύθοισιν. ὁ δ ἐκ ποταμοῖο ῥοάων αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν: γνάμψε δὲ γούνατ ἐλαφρά, μέγαν δ ἐμπλήσατο θυμὸν ἀλκῆς, μαιμώων συϊ` εἴκελος, ὅς ῥά τ ὀδόντας θήγει θηρευτῇσιν ἐπ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς ἀφρὸς ἀπὸ στὅματος χαμάδις ῥεῖ χωομένοιο. οἱ δ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες: φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν δούρασί τ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν Ἄρηος τέμενος φθισιμβρότου: ἵκετο δ αἴγλη νειόθεν Οὔλυμπόνδε δι ἠέρος ἀστράπτουσα. ὡς δ ὁπότ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέσασσαν ἀέλλαι λυγαίῃ ὑπὸ νυκτί, τὰ δ ἀθρόα πάντ ἐφαάνθη τείρεα λαμπετόωντα διὰ κνέφας: ὧς ἄρα τοίγε λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ιἤσων μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων, λάζετο δ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον, δεινὸν Ἐνυαλίου σόλον Ἄρεος: οὔ κέ μιν ἄνδρες αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἀείραν. τόν ῥ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις ἀίξας: αὐτὸς δ ὑφ ἑὸν σάκος ἕζετο λάθρῃ θαρσαλέως. Κόλχοι δὲ μέγ ἰάχον, ὡς ὅτε πόντος ἰάχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν: τὸν δ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο Αἰήτην. οἱ δ ὥστε θοοὶ κύνες ἀμφιθορόντες ἀλλήλους βρυχηδὸν ἐδήιον: οἱ δ ἐπὶ γαῖαν μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι ἢ δρύες, ἅς τ ἀνέμοιο κατάικες δονέουσιν. οἱο῀ς δ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι μαρμαρυγῇ σκοτίοιο δι ἠέρος ἀίξαντα: τοῖος ἄρ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν, γυμνὸν δ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην ἀμώων, πολέας μὲν ἔτ ἐς νηδὺν λαγόνας τε ἡμίσεας ἀνέχοντας ἐς ἠέρα: τοὺς δὲ καὶ ἄχρις ὤμων τελλομένους: τοὺς δὲ νέον ἑστηῶτας, τοὺς δ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. ὡς δ ὁπότ ἀμφ οὔροισιν ἐγειρομένου πολέμοιο, δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας, ἁρ´πην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο: ὧς τότε γηγενέων κεῖρε στάχυν: αἵματι δ ὁλκοὶ ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν. πῖπτον δ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν λαζόμενοι πρηνεῖς, οἱ δ ἔμπαλιν, οἱ δ ἐπ ἀγοστῷ καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. πολλοὶ δ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι, ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος, φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν: τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει κλήρου σημαντῆρα φυτοτρόφον: ὧς τότ ἄνακτος Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι. ἠιέ δ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις, πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἠε῀ν ἀέθλος.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION