호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ηἔλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων:? Νὺξ δ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά: τοὶ δὲ χαμεύνας ἔντυον ἡρ´ωες παρὰ πείσμασιν. αὐτὰρ Ιἤσων αὐτίκ ἐπεί ῥ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ αἰθήρ, βῆ ῥ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ, σὺν πᾶσιν χρήεσσι: πρὸ γάρ τ ἀλέγυνεν ἕκαστα ἠμάτιος: θῆλυν μὲν ὀίν, γάλα τ ἔκτοθι ποίμνης Ἄργος ἰὼν ἤνεικε: τὰ δ ἐξ αὐτῆς ἕλε νηός. ἀλλ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἠε῀ν ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν, ἔνθ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας: ἀμφὶ δὲ φᾶρος ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. πήχυιον δ ἄρ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησε σχίζας, ἐπὶ δ ἀρνειοῦ τάμε λαιμόν, αὐτόν τ εὖ καθύπερθε τανύσσατο: δαῖε δὲ φιτρους πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. καί ῥ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν: ἡ δ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο: πέριξ δέ μιν ἐστεφάνωντο σμερδαλέοι δρυϊ´νοισι μετὰ πτόρθοισι δράκοντες. στράπτε δ ἀπειρέσιον δαϊ´δων σέλας: ἀμφὶ δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. πίσεα δ ἔτρεμε πάντα κατὰ στίβον: αἱ δ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. Αἰσονίδην δ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ ὧς ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ ἑτάροισιν μίκτο κιών: ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς Ηὢς βάλεν ἀντέλλουσα. Καὶ τότ ἄρ Αἰήτης περὶ μὲν στήθεσσιν ἑέστο θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα: χρυσείην δ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον, λαμπομένην οἱό῀ν τε περίτροχον ἔπλετο φέγγος ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος δεινόν, ἀμαιμάκετον: τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα τῆλε παρέξ, ὅ κεν οἰο῀ς ἐναντίβιον πολέμιξεν. τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι: ἂν δὲ καὶ αὐτὸς βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ παρσταίη: σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. οἱο῀ς δ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἁρ´μασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης ὕδωρ, ἠὲ κατ ἄλσος Υἁντίου Ὀγχηστοῖο, καί τε Καλαύρειαν μετὰ δῆθ ἅμα νίσσεται ἵπποις, Πέτρην θ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν: τοῖος ἄρ Αἰήτης Κόλχων ἀγὸς ἠε῀ν ἰδέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기