호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧς ἄρ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν μυρομένη, ὅ τ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο πόντον ἐπιπλάγξεσθαι:? ἀνιηρῷ δέ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς δεξιτερῆς: δὴ γάρ οἱ ἀπ ὀφθαλμοὺς λίπεν αἰδώς: "Μνώεο δ, ἢν ἄρα δή ποθ ὑπότροπος οἴκαδ ἵκηαι, οὔνομα Μηδείης: ὧς δ αὖτ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἐάσιν δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις: ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο, ἠε῀ καὶ Αἰαίης νήσου πέλας· εἰπὲ δὲ κούρην, ἥντινα τήνδ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο. " Ὧς φάτο: τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα: "Καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτ ἦμαρ σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἀέθλον. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὐάδε πάτρην, ἐξερέω: μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς Ιἀπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα, ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. ἐν δ αὐτῇ Ιαὠλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι πολλαὶ ναιετάουσιν, ἵν οὐδέ περ οὔνομ ἀκοῦσαι Αἰαίης νήσου: Μινύην γε μὲν ὁρμηθέντα, Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ ἀγορεύω, ἡμετέρους τε δόμους τηλεκλείτην τ Ἀριάδνην, κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μ ἐρεείνεις· αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως ἀμφ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἰή. " Ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν. τῆς δ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ: "Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν. Αἰήτης δ οὐ τοῖος ἐν ἀνδράσιν, οἱο῀ν ἐείπας Μίνω Πασιφάης πόσιν ἔμμεναι: οὐδ Ἀριάδνῃ ἰσοῦμαι: τῶ μήτι φιλοξενίην ἀγόρευε. ἀλλ οἰο῀ν τύνη μὲν ἐμεῦ, ὅτ Ιὠλκὸν ἵκηαι, μνώεο: σεῖο δ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι. ἔλθοι δ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα, ἠέ τις ἄγγελος ὄρνις, ὅτ ἐκλελάθοιο ἐμεῖο: ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδ εἰς Ιαὠλκὸν ἀναρπάξασαι ἀέλλαι, ὄφρα ς, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἰήν ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기