- 텍스트

Apollodorus, Argonautica, book 3 17:

(아폴로도로스, 아르고나우티카, book 3 17:)

Ὧς φάτο κυδαίνων:? ἡ δ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδης ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην: οὐδ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο, ἀλλ ἄμυδις μενέαινεν ἀολλέα πάντ ἀγορεῦσαι. προπρὸ δ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης φάρμακον: αὐτὰρ ὅγ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς. καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι: τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα: τῆς δ ἀμαρυγὰς ὀφθαλμῶν ἡρ´παζεν: ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἱό῀ν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν. ἄμφω δ ἄλλοτε μέν τε κατ οὔδεος ὄμματ ἔρειδον αἰδόμενοι, ὁτὲ δ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπ ὀφρύσι μειδιόωντες. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη: "Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ ἀρωγήν. εὖτ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας, ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, οἰο῀ς ἄνευθ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν βόθρον ὀρύξασθαι περιηγέα: τῷ δ ἔνι θῆλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι, αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. μουνογενῆ δ Ἑκάτην Περσηίδα μειλίσσοιο, λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων. ἔνθα δ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο: μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας οὐδ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας: ἐν δέ οἱ ἀλκὴ ἔσσετ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω καὶ ξίφος. ἔνθ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν ἔσσεαι, ἀλλ αὐτῆμαρ: ὅμως σύγε μή ποτ ἀέθλου χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ ὄνειαρ. αὐτίκ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς, οἱ δ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς, λάθρῃ λᾶαν ἄφες στιβαρώτερον: οἱ δ ἂν ἐπ αὐτῷ, καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν ἀλλήλους: καὶ δ αὐτὸς ἐπείγεο δηιοτῆτος ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γ ἕκητι οἴσεαι ἐξ Αἰής τηλοῦ ποθί: νίσσεο δ ἔμπης, ᾗ φίλον, ἤ τοι ἑάδεν ἀφορμηθέντι νέεσθαι.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION