- 텍스트

Apollodorus, Argonautica, book 3 16:

(아폴로도로스, 아르고나우티카, book 3 16:)

Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.? οὐδ ἄρα Μηδείης θυμὸς τράπετ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως: πᾶσαι δέ οἱ, ἥντιν ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ ὄσσε ἀμφιπόλων μεθ ὅμιλον ἔχ ἀτρέμας: ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψός ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ ἐν ἄσπετον ἧκεν ὀιζύν: ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. ἐκ δ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ αὔτως ἤχλυσαν: θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δ οὔτ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ ὑπένερθε πάγη πόδας. αἱ δ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὼ δ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ: μετὰ δ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον: ὧς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον: "Τίπτε με, παρθενική, τόσον ἅζεαι, οἰο῀ν ἐόντα· οὔ τοι ἐγών, οἱοί῀ τε δυσαυχέες ἄλλοι ἐάσιν ἀνέρες, οὐδ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον, ἠᾶ πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη, ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι. ἀλλ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες, χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ οὐ θέμις ἔστ ἀλιτέσθαι, ἀμφαδίην ἀγόρευε καὶ εἴρεο: μηδέ με τερπνοῖς φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. πρός ς αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ ὑπερίσχει: ἀμφότερον δ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ ἱκάνω, χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ ἀέθλου. σοὶ δ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς, ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας, οὔνομα καὶ καλὸν τεύχων κλέος: ὧς δὲ καὶ ὧλλοι ἡρ´ωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες ἡρώων τ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν: τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας. δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ ἀέθλων παρθενικὴ Μινωὶς ἐυφρονέους Ἀριάδνη, ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ηἐλίοιο. ἀλλ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως, σὺν τῷ ἐφεζομένη πάτρην λίπε: τὴν δὲ καὶ αὐτοὶ ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ ἀστερόεις στέφανος, τόν τε κλείους Ἀριάδνης, πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν. ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἐοίκας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION