호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι, ἔκειτο.? ἐνθεμένη δ ἐπὶ γούνατ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ ἔρρεεν ἀσταγὲς αὔτως, αἴν ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἱέτο δ ἥγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ Αἴδαο. ἔσχετο δ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅς ἐνὶ ζωοῖσι πέλονται, μνήσαθ ὁμηλικίης περιγηθέος, οἱά῀ τε κούρη: καί τέ οἱ ἠέλιος γλυκίων γένετ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν: ἐέλδετο δ αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. πυκνὰ δ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων, αἴγλην σκεπτομένη: τῇ δ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δ ἀνὰ πτολίεθρον ἕκαστοι. Ἔνθα κασιγνήτους μὲν ἔτ αὐτόθι μεῖναι ἀνώγει Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης: αὐτὸς δ αὖτ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς. Ἡ δ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, αὐσταλέας δ ἔψησε παρηίδας: αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαιδρύνετ ἐπὶ χρόα: δῦνε δὲ πέπλον καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν: ἀμβροσίῳ δ ἐφύπερθε καρήατι βάλλε καλύπτρην ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἠε῀ν θεσπέσι, ἄλλα τ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ, οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν. ἔνθ αὖτ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην: ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι. τῷ εἴ κ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν Κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο, ἦ τ ἂν ὅγ οὔτε ῥηκτὸς ἐοί χαλκοῖο τυπῇσιν, οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι: ἀλλὰ καὶ ἀλκῇ λωίτερος κεῖν ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. πρωτοφυὲς τόγ ἀνέσχε καταστάξαντος ἔραζε αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντ ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη, καυλοῖσιν διδύμοισιν ἐπήορον: ἡ δ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα. τῆς οἱήν τ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα, Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν. μυκηθμῷ δ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα, ῥίζης τεμνομένης Τιτηνίδος: ἔστενε δ αὐτὸς Ιἀπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων. τό ῥ ἥγ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἐέρτο. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ ἀπήνης: σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. αὐτὴ δ ἡνί ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ, ἔλαεν δὲ δι ἄστεος: αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν, τρώχων εὐρεῖαν κατ ἀμαξιτόν: ἂν δὲ χιτῶνας λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἀείρον. οἱή δὲ λιαροῖσιν ἐφ ὕδασι Παρθενίοιο, ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο χρυσείοις Λητωὶς ἐφ ἁρ´μασιν ἑστηυῖα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης: τῇ δ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ αὐτῆς ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας: ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν: ὧς αἵγ ἐσσεύοντο δι ἄστεος: ἀμφὶ δὲ λαοὶ εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ ἀγυιάς, νηὸν δ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα, δὴ τότ ἐυτροχάλοιο κατ αὐτόθι βήσατ ἀπήνης ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἐείπεν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기