- 텍스트

Apollodorus, Argonautica, book 3 13:

(아폴로도로스, 아르고나우티카, book 3 13:)

Ὧς φάτο:? τῇ δ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός, φοινίχθη δ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλὺς εἷλεν ἰαινομένην, τοῖον δ ἐπὶ μῦθον ἐείπεν: "Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται, ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο, εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν, κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὧς δὲ καὶ αὐτὴ φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι, ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον. ἀλλ ἴθι, κεῦθε δ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας λήσομαι ἐντύνουσα ὑπόσχεσιν: ἦρι δὲ νηὸν οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων. " Ὧς ἥγ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ ἀρωγὴν αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν, τοῖα παρὲξ οὗ πατρὸς ἐπ ἀνέρι μητιάασθαι. Νὺξ μὲν ἔπειτ ἐπὶ γαῖαν ἄγεν κνέφας: οἱ δ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν: ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο: καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ ἐκάλυπτεν: οὐδὲ κυνῶν ὑλακὴ ἔτ ἀνὰ πτόλιν, οὐ θρόος ἠε῀ν ἠχήεις: σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται: ἡ δ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα: ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. δάκρυ δ ἀπ ὀφθαλμῶν ἐλέῳ ῥέεν: ἔνδοθι δ αἰεὶ τεῖρ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ ἀνίας ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν, ἄλλοτε δ οὔτι: καταφθίσθαι δὲ καὶ αὐτή: αὐτίκα δ οὔτ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην. ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε: "Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι· πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι: οὐδέ τις ἀλκὴ πήματος: ἀλλ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, πρὶν τόνγ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι Χαλκιόπης υἱᾶς. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς ἄμμι πολυκλαὕτους δεῦρ ἤγαγε κεῖθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας φάρμακα μησαμένη· ποῖον δ ἐπὶ μῦθον ἐνίψω· τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ ἀρωγῆς· ἦ μιν ἄνευθ ἑτάρων προσπτύξομαι οἰο῀ν ἰδοῦσα· δύσμορος: οὐ μὲν ἐόλπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων: τότε δ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαϊή: ὁ δ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ ἐξανύσειεν ἀέθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας: τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν: καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται: ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, μαργοσύνῃ εἴξασα. τί δ οὐκ ἐμὸν ἔσσεται αἶσχος· ᾤ μοι ἐμῆς ἄτης. ἦ τ ἂν πολὺ κέρδιον εἰή τῇδ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION