- 텍스트

Apollodorus, Argonautica, book 3 11:

(아폴로도로스, 아르고나우티카, book 3 11:)

Τόφρα δὲ μητέρ ἑήν, μετιὼν δόμον Αἰήταο, Ἄργος παντοίοισι παρηγορέεσκ ἐπέεσσιν, Μήδειαν λίσσεσθαι ἀμυνέμεν:? ἡ δὲ καὶ αὐτὴ πρόσθεν μητιάασκε: δέος δέ μιν ἴσχανε θυμόν, μή πως ἠὲ παρ αἶσαν ἐτώσια μειλίξαιτο πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο. Κούρην δ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες, οἱά῀ τ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι. τὸν ξεῖνον δ ἐδόκησεν ὑφεστάμεναι τὸν ἀέθλον, οὔτι μάλ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο κουριδίην παράκοιτιν: ὀίετο δ ἀμφὶ βόεσσιν αὐτὴ ἀεθλεύουσα μάλ εὐμαρέως πονέεσθαι: σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ προύθεσαν: ἐκ δ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον πατρί τε καὶ ξείνοις: αὐτῇ δ ἐπιέτρεπον ἄμφω τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν. ἡ δ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, εἵλετο: τοὺς δ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ ἐβόησαν χωόμενοι: τὴν δ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν. παλλομένη δ ἀνόρουσε φόβῳ, περί τ ἀμφί τε τοίχους πάπτηνεν θαλάμοιο: μόλις δ ἐσαγείρατο θυμὸν ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ ἀνενείκατο φωνήν: "Δειλὴ ἐγών, οἱό῀ν με βαρεῖς ἐφόβησαν ὄνειροι. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται. μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ ἄνευθεν αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ ἀέθλῳ χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα παισί: τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος. " Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὠίξε δόμοιο, νήλιπος, οἰέανος: καὶ δὴ λελίητο νέεσθαι αὐτοκασιγνήτηνδε, καὶ ἑρ´κεος οὐδὸν ἄμειψεν. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο, αἰδοῖ ἐεργομένη: μετὰ δ ἐτράπετ αὖτις ὀπίσσω στρεφθεῖς: ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ ἀλέεινεν εἴσω: τηϋ´σιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα: ἤτοι ὅτ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς: αἰδοῖ δ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. τρὶς μὲν ἐπειρήθη, τρὶς δ ἔσχετο, τέτρατον αὖτις λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. ὡς δ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες, οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν αἰδοῖ ἐπιφροσύνῃ τε: μυχῷ δ ἀχέουσα θαάσσει: τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω δήνεσιν ἀλλήλων: ἡ δ ἔνδοθι δαιομένη περ σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα, μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες: τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω μυρομένην μεσσηγὺς ἐπιπρομολοῦς ἐνόησεν δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα: Χαλκιόπῃ δ ἤγγειλε παρασχεδόν: ἡ δ ἐνὶ παισὶν ἧστ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι. ἀλλ οὐδ ὧς ἀπίθησεν, ὅτ ἔκλυεν ἀμφιπόλοιο μῦθον ἀνώιστον: διὰ δ ἔσσυτο θαμβήσασα ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη κέκλιτ ἀκηχεμένη, δρύψεν δ ἑκάτερθε παρειάς: ὡς δ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION