- 텍스트

Apollodorus, Argonautica, book 3 10:

(아폴로도로스, 아르고나우티카, book 3 10:)

Ὧς φάτο:? τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις: κίρκος δ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν: "Υ᾿´μμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται: οὐδέ τῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον, παρθενικὴν δ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν, εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον πέφραδεν ἔσσεσθαι. κείνης δ ὅγε μείλιχος ὄρνις πότμον ὑπεξήλυξε: κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ τόνδε κατ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν, ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε. " Ἴσκεν: ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς μνησάμενοι: μοῦνος δ Ἀφαρήιος ἄνθορεν Ἴδας, δείν ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε: "Ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ ἔβημεν, οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι, οὐκέτ Ἐνυαλίοιο μέγα σθένος· ἐς δὲ πελείας καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων· ἔρρετε, μηδ ὔμμιν πολεμήια ἔργα μέλοιτο, παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν. " Ὧς ηὔδα μεμαώς: πολέες δ ὁμάδησαν ἑταῖροι ἦκα μάλ, οὐδ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον. χωόμενος δ ὅγ ἔπειτα καθέζετο: τοῖσι δ Ιἤσων αὐτίκ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ ἀγόρευεν: "Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἑάδεν, στελλέσθω: ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο ἀμφαδὸν ἤδη πείσματ ἀνάψομεν. ἦ γὰρ ἐοίκεν μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν. " Ὧς ἄρ ἔφη: καὶ τὸν μὲν ἄφαρ προϊάλλε νέεσθαι καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν: οἱ δ ἐπὶ νηὸς εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς. Αὐτίκα δ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον, ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων. στεῦτο δ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται ἄνδρα τόν, ὅς ῥ ὑπέδεκτο βαρὺν καμέεσθαι ἀέθλον, δρυμὸν ἀναρρήξας λασίης καθύπερθε: κολώνης αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ ἀλεγεινὴν ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων ξείνων μελιχίῃ τε θεουδείῃ τ ἐκέκαστο, εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ οὐρανοῦ ἄγγελον ἧκεν Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν: μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν, κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαϊ´ξαι. νόσφι δὲ οἷ αὐτῷ φάτ ἐοικότα μείλια τίσειν υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες: ὥς ποτε βάξιν λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ηἐλίοιο, χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι: τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν φράσσωνται στυγερήν, οὐδ υἱέος Ἀψύρτοιο: ἀλλ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι. καί ῥ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν χωόμενος: μέγα δέ σφιν ἀπείλεε νῆά τ ἔρυσθαι ἠδ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION