- 텍스트

Apollodorus, Argonautica, book 3 9:

(아폴로도로스, 아르고나우티카, book 3 9:)

"Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν ἐνίψω:? πείρης δ οὐ μάλ ἐοίκε μεθιέμεν ἐν κακότητι. κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν. τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος ἔσσετ ἀεθλεύοντι δαμήμεναι: ἀλλὰ μάλ αἰνῶς δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ. ἔμπης δ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων, ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ ἧμιν ὄλεθρος. " Ἴσκεν ἐυφρονέων: ὁ δ ἀμείβετο τοῖσδ ἐπέεσσιν: "Ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω. βάσκ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις ὄρνυθι λισσόμενος: μελέη γε μὲν ἧμιν ὄρωρεν ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν. " ὧς ἔφατ: ὦκα δ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο: τοῖσιν δ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον: "Ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ οὔτ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο. φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας. τετράγυον δ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι: δώσειν δ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ ἀνίῃσιν γηγενέας χαλκέοις σὺν τεύχεσιν: ἤματι δ αὐτῷ χρειὼ τούσγε δαϊ´ξαι. ὃ δή νύ οἱ--οὔτι γὰρ ἄλλο βέλτερον ἦν φράσσασθαι--ἀπηλεγέως ὑποέστην. " Ὧς ἄρ ἔφη: πάντεσσι δ ἀνήνυτος εἴσατ ἀέθλος, δὴν δ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο, ἄτῃ ἀμηχανίῃ τε κατηφέες: ὀψὲ δὲ Πηλεὺς θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἐείπεν: "Ὥρη μητιάασθαι ὅ κ ἔρξομεν. οὐ μὲν ἐόλπα βουλῆς εἶναι ὄνειαρ, ὅσον τ ἐπὶ κάρτεϊ χειρῶν. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο, ἡρ´ως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο, ἦ τ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο: εἰ δ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν ἠνορέῃ, μήτ αὐτὸς ἐπείγεο, μήτε τιν ἄλλον τῶνδ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε σχήσομ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος. " Ὧς ἔφατ Αἰακίδης: Τελαμῶνι δὲ θυμὸς ὀρίνθη: σπερχόμενος δ ἀνόρουσε θοῶς: ἐπὶ δὲ τρίτος Ἴδας ὦρτο μέγα φρονέων, ἐπὶ δ υἱέε Τυνδαρέοιο: σὺν δὲ καὶ Οἰνεϊ´δης ἐναρίθμιος αἰζηοῖσιν ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους ἀντέλλων: τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός. οἱ δ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ Ἄργος τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου: "Ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τιν οἰώ μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν. τῶ καί περ μεμαῶτες, ἐρητύοισθ ἐνὶ νηὶ τυτθὸν ἔθ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι. κούρη τις μεγάροισιν ἐνιτρέφετ Αἰήταο, τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι φάρμαχ, ὅς ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ, τοῖσι καὶ ἀκαμάτοιο π; ; ρὸς μειλίσσετ ἀυτμή, καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας, ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ ἰόντες μνησάμεθ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα, μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ. εἰ δὲ καὶ αὐτοῖσιν τόδ ἐφανδάνει, ἦ τ ἂν ἱκοίμην ἤματι τῷδ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο πειρήσων: τάχα δ ἂν σὺν δαίμονι πειρηθείην.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION