호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧς ἄρ ἔφη:? ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας ἧστ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. βουλὴν δ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον: ὀψε δ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν: "Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. τῶ καὶ ἐγὼ τὸν ἀέθλον ὑπερφίαλόν περ ἐόντα τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ ἄλλο ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετ ἀνάγκης, ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος. " Ὧς φάτ ἀμηχανίῃ βεβολημένος: αὐτὰρ ὁ τόνγε σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα: "Ἔρχεο νῦν μεθ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο: εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι, ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο, αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν. " Ἴσκεν ἀπηλεγέως: ὁ δ ἀπὸ θρόνου ὤρνυτ Ιἤσων, Αὐγείης Τελαμών τε παρασχεδόν: εἵπετο δ Ἄργος οἰο῀ς, ἐπεὶ μεσσηγὺς ἔτ αὐτόθι νεῦσε λιπέσθαι αὐτοκασιγνήτοις: οἱ δ ἠίσαν ἐκ μεγάροιο. θεσπέσιον δ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς κάλλεϊ καὶ χαρίτεσσιν: ἐπ αὐτῷ δ ὄμματα κούρη λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην, κῆρ ἄχεϊ σμύχουσα: νόος δέ οἱ ἠύτ ὄνειρος ἑρπύζων πεπότητο μετ ἴχνια νισσομένοιο. καί ῥ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες. Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει. αὔτως δ αὖ Μήδεια μετέστιχε: πολλὰ δὲ θυμῷ ὡρ´μαιν, ὅσσα τ Ἔρωτες ἐποτρύνουσι μέλεσθαι. προπρὸ δ ἄρ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα, αὐτός θ οἱο῀ς ἐήν, οἱοίσί τε φάρεσιν ἕστο, οἱά῀ τ ἐείφ, ὥς θ ἕζετ ἐπὶ θρόνου, ὥς τε θύραζε ἠιέν: οὐδέ τιν ἄλλον ὀίσσατο πορφύρουσα ἔμμεναι ἀνέρα τοῖον: ἐν οὐάσι δ αἰὲν ὀρώρει αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. τάρβει δ ἀμφ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτὸς Αἰήτης φθίσειεν: ὀδύρετο δ ἠύτε πάμπαν ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειὰς δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν: ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον: "Τίπτε με δειλαίην τόδ ἔχει ἄχος· εἴθ ὅγε πάντων φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων, ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι. ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηί, πέλοιτο, οἴκαδε νοστήσειε φυγὼν μόρον: εἰ δέ μιν αἶσα δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη, οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ. " Ἡ μὲν ἄρ ὧς ἐόλητο νόον μελεδήμασι κούρη. οἱ δ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο, δὴ τότ Ιἤσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기