- 텍스트

Apollodorus, Argonautica, book 3 6:

(아폴로도로스, 아르고나우티카, book 3 6:)

Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἠε῀ν:? "Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἀέλλαι ζαχρηεῖς: αὐτοὺς δ ἐπὶ δούρασι πεπτηῶτας νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα λυγαίῃ ὑπὸ νυκτί: θεὸς δέ τις ἄμμ ἐσάωσεν. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον ηὐλίζοντ ὄρνιθες Ἀρήιαι, οὐδ ἔτι κείνας εὑρ´ομεν. ἀλλ οἵγ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι: καί σφ ἀπέρυκεν ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα, αὐτίκ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ ἔδωκαν, οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαϊόντες ἠδ αὐτοῖο σέθεν: μετὰ γὰρ τεὸν ἄστυ νέονται. χρειὼ δ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ ς ἐπικεύσω. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν, πέμπει δεῦρο νέεσθαι ἀμήχανον: οὐδ ὑπαλύξειν στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν καὶ χόλον, οὐδ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. νῆα δ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην, οἱαί῀ περ Κόλχοισι μετ ἀνδράσι νῆες ἐάσιν, τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν λάβρον ὕδωρ πνοιή τε διέτμαγεν: ἡ δ ἐνὶ γόμφοις ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἀέλλαι. ἶσον δ ἐξ ἀνέμοιο θέει καὶ ὅτ ἀνέρες αὐτοὶ νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. τῇ δ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ ἐπαληθεὶς ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. αὐτῷ δ ὥς κεν ἅδῃ, τὼς ἔσσεται: οὐ γὰρ ἱκάνει χερσὶ βιησόμενος: μέμονεν δέ τοι ἄξια τίσειν δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. τόνδε μέν, οἱό῀ περ οὕνεκ ἀφ Ἑλλάδος ὧλλοι ἄγερθεν, κλείους Αἴσονος υἱὸν Ιἤσονα Κρηθεϊ´δαο. εἰ δ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης, οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ ἔσαν Αἰόλου υἱε῀ς: Φρίξος δ αὖτ Ἀθάμαντος ἐήν πάις Αἰολίδαο. τόνδε δ ἄρ, Ηἐλίου γόνον ἔμμεναι εἴ τιν ἀκούεις, δέρκεαι Αὐγείην: Τελαμὼν δ ὅγε, κυδίστοιο Αἰακοῦ ἐκγεγαώς: Ζεὺς δ Αἰακὸν αὐτὸς ἔτικτεν. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι, ἀθανάτων υἱέ῀ς τε καὶ υἱωνοὶ γεγάασιν.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION