- 텍스트

Apollodorus, Argonautica, book 3 5:

(아폴로도로스, 아르고나우티카, book 3 5:)

"Ἔμπης οὐκ ἄρ ἐμέλλετ ἀκηδείῃ με λιπόντες τηλόθι πλάγξασθαι:? μετὰ δ ὑμέας ἔτραπεν αἶσα. δειλὴ ἐγώ, οἱο῀ν πόθον Ἑλλάδος ἔκποθεν ἄτης λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ ἀνίας ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο, ὅστις ὅδ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι μητέρ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε· Ὧς ἔφατ: Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε, ἐκ δ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο, Χαλκιόπης ἀίουσα: τὸ δ αὐτίκα πᾶν ὁμάδοιο ἑρ´κος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο ταῦρον ἅλις δμῶες: τοὶ δὲ ξύλα κάγκανα χαλκῷ κόπτον: τοὶ δὲ λοετρὰ πυρὶ ζέον: οὐδέ τις ἠε῀ν, ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. Τόφρα δ Ἔρως πολιοῖο δι ἠέρος ἷξεν ἄφαντος, τετρηχώς, οἱό῀ν τε νέαις ἐπὶ φορβάσιν οἶστρος τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. ὦκα δ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ ἰόν. ἐκ δ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων: αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, ἰθὺς δ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκ ἐπὶ Μηδείῃ: τὴν δ ἀμφασίη λάβε θυμόν. αὐτὸς δ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο καγχαλόων ἠίξε: βέλος δ ἐνεδαίετο κούρῃ νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον: ἀντία δ αἰεὶ βάλλεν ὑπ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἀήντο στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν ἄλλην μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν, ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, ἄγχι μάλ ἐγρομένη: τὸ δ ἀθέσφατον ἐξ ὀλίγοιο δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ ἀμαθύνει: τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ οὖλος Ἔρως: ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς ἐς χλόον, ἄλλοτ ἔρευθος, ἀκηδείῃσι νόοιο. Δμῶες δ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν, αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν: "Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, πῶς Αἰά῀νδε νέεσθε παλίσσυτοι· ἠέ῀ τις ἄτη σωομένοις μεσσηγὺς ἐνέκλασεν· οὐ μὲν ἐμεῖο πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἁρ´μασιν Ηἐλίοιο δινεύσας, ὅτ ἐμεῖο κασιγνήτην ἐκόμιζεν Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ ἱκόμεσθα ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ ἔτι νῦν περ ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἰής. ἀλλὰ τί μύθων ἦδος· ἃ δ ἐν ποσὶν ὗμιν ὄρωρεν, εἴπατ ἀριφραδέως, ἠδ οἵτινες οἵδ ἐφέπονται ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION