호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἰ δ ἄγε νῦν, Ἐρατώ, παρά θ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ιὠλκὸν ἀνήγαγε κῶας Ιἤσων Μηδείης ὑπ ἔρωτι.? σὺ γὰρ καὶ Κύπριδος αἶσαν ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις παρθενικάς: τῶ καί τοι ἐπήρατον οὔνομ ἀνῆπται. Ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν μίμνον ἀριστῆες λελοχημένοι: αἱ δ ἐνόησαν Ἥρη Ἀθηναίη τε, Διὸς δ αὐτοῖο καὶ ἄλλων ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι βούλευον: πείραζε δ Ἀθηναίην πάρος Ἥρη: "Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. τί χρέος· ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες χρύσεον Αἰήταο μεθ Ἑλλάδα κῶας ἄγοιντο, ἦ καὶ τόνγ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν μειλιχίοις· ἦ γὰρ ὅγ ὑπερφίαλος πέλει αἰνῶς. ἔμπης δ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἐοίκεν. " Ὧς φάτο: τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν: "Καὶ δ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν, Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει θυμὸν ἀριστήων: πολέας δ ἐπεδοίασα βουλάς. " Ἦ, καὶ ἐπ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ ἔπηξαν, ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν: αὐτίκα δ Ἥρη τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον: "Δεῦρ ἰόμεν μετὰ Κύπριν: ἐπιπλόμεναι δέ μιν ἄμφω παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν θέλξαι ὀιστεύσας ἐπ Ιἤσονι. τὸν δ ἂν ὀίω κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν. " Ὧς ἄρ ἔφη: πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ, καί μιν ἔπειτ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν: "Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων, οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ ἂν ἔγωγε ἑσποίμην: σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα. " Ἦ, καὶ ἀναϊ´ξασαι ἐπὶ μέγα δῶμα νέοντο Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις, ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. ἑρ´κεα δ εἰσελθοῦσαι ὑπ αἰθούσῃ θαλάμοιο ἔσταν, ἵν ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. ἀλλ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει, νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα δαίδαλα χάλκευεν ῥιπῇ πυρός ἡ δ ἄρα μούνη ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. λευκοῖσιν δ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς πλέξασθαι πλοκάμους: τὰς δὲ προπάροιθεν ἰδοῦσα ἔσχεθεν, εἴσω τέ σφ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο, εἷσέ τ ἐνὶ κλισμοῖσιν: ἀτὰρ μετέπειτα καὶ αὐτὴ ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기