- 텍스트

Apollodorus, Argonautica, book 2 21:

(아폴로도로스, 아르고나우티카, book 2 21:)

Νυκτὶ δ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον:? ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ ἐν Ὀλύμπῳ Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ ἄντρον Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ Ἰδαίοισιν, Ῥείην ἐξαπαφών παρελέξατο: τοὺς δ ἐνὶ λέκτροις τέτμε θεὰ μεσσηγύς: ὁ δ ἐξ εὐνῆς ἀνορούσας ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ: ἡ δ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν ἦλθ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ, ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ. Κεῖθεν δ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας, Βύζηράς τ ἐπὶ τοἵσιν: ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα. τὸν μὲν ἐπ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ νηὸς ὑπερπτάμενον νεφέων σχεδόν: ἀλλὰ καὶ ἔμπης λαίφεα πάντ ἐτίναξε, παραιθύξας πτερύγεσσιν. οὐ γὰρ ὅγ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο, ἶσα δ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς, δηρὸν δ. οὐ μετέπειτα πολύστονον ἀιόν αὐδὴν ἧπαρ ἀνελκομένοιο Προμηθέος: ἔκτυπε δ αἰθὴρ οἰμωγῇ, μέσφ αὖτις ἀπ οὔρεος ἀίσσοντα αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. ἐννύχιοι δ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο Φᾶσίν τ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντοι Αὐτίκα δ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης ἱστοδόκης στείλαντες ἐκόσμεον: ἐν δὲ καὶ αὐτὸν ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν: ὦκα δ ἐρετμοῖς εἰσέλασαν ποταμοῖο μέγαν ῥόον: αὐτὰρ ὁ πάντῃ καχλάζων ὑπόεικεν. ἔχον δ ἐπ ἀριστερὰ χειρῶν Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἰής, ἔνθεν δ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ ἄλση τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. αὐτὸς δ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς Γαίῃ τ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων ἡρώων: γουνοῦτο δ ἀπήμονας εἶναι ἀρωγοὺς εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. αὐτίκα δ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἐείπεν: "Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα Φάσιδος: ὡρ´η δ ἧμιν ἐνὶ σφίσι μητιάασθαι, εἴτ οὖν μειλιχίῃ πειρησόμεθ Αἰήταο, εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION