호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Ζεὺς ἐτεῇ τὰ ἕκαστ ἐπιδέρκεται:? οὐδέ μιν ἄνδρες λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. ὡς μὲν γὰρ πατέρ ὑμὸν ὑπεξείρυτο φόνοιο μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον: ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ ἐπὶ νηὸς ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ Αἰᾶν, εἶτε μετ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πέρι: σὺν δέ οἱ Ἄργος τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ ἐκέδασσεν, πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ ἐνὶ πόντῳ στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. ἀλλ ἄγεθ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν. " Ἴσκε παρηγορέων: οἱ δ ἔστυγον εἰσαϊόντες. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δ ἐείπεν Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι: "Ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ ἀρωγῆς σχήσεται, οὐδ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται. ἀλλ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης: τῶ καὶ περιδείδια ναυτίλλεσθαι. στεῦται δ Ηἐλίου γόνος ἔμμεναι: ἀμφὶ δὲ Κόλχων ἔθνεα ναιετάουσιν ἀπείρονα: καὶ δέ κεν Ἄρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. οὐ μὰν οὐδ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηίδιον, τοῖός μιν ὄφις περί τ ἀμφί τ ἔρυται ἀθάνατος καὶ ἀύπνος, ὃν αὐτὴ Γαῖ ἀνέφυσεν Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη, ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον: ἵκετο δ αὔτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ ἔτι νῦν περ κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης. " Ὧς ἄρ ἔφη: πολέεσσι δ ἐπὶ χλόος εἷλε παρειὰς αὐτίκα, τοῖον ἀέθλον ὅτ ἔκλυον. αἶψα δὲ Πηλεὺς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε: "Μηδ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. οὔτε γὰρ ὧδ ἀλκὴν ἐπιδευόμεθ, ὥστε χερείους ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. ἀλλὰ καὶ ἡμέας οἰώ ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων. " Ὧς οἵγ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο, μέσφ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. ἦρι δ ἀνεγρομένοισιν ἐυκραὴς ἀέν οὖρος: ἱστία δ ἠείραν, τὰ δ ὑπαὶ ῥιπῆς ἀνέμοιο τείνετο: ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기