- 텍스트

Apollodorus, Argonautica, book 2 18:

(아폴로도로스, 아르고나우티카, book 2 18:)

Ὧς ἄρ ἔφη:? πάντεσσι δ ἐπίρροθος ἥνδανε μῆτις. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον: τοὶ δ αὖτ ἐγχείῃσι καὶ ἀσπίσι νῆ ἐκάλυψαν. ὡς δ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ, δώματος ἀγλαϊήν τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, ἄλλῳ δ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν: ὧς οἵγ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἱή δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἄρ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ ἀυτή. οὐδέ τιν οἰωνῶν ἔτ ἐσέδρακον, ἀλλ ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ ἄρ οἵγε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. ὡς δ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τ ἄστυ καὶ οἰκία, τοὶ δ ὑπὸ τοῖσιν ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαϊόντες ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὡρ´η ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον: ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες ὕψι μάλ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης. Τίς γὰρ δὴ Φινῆος ἐήν νόος, ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον· ἢ καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι· Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο ἐξ Αἰής ἐνέοντο παρ Αἰήταο Κυταίου, Κολχίδα νῆ ἐπιβάντες, ἵν ἄσπετον ὄλβον ἄρωνται πατρός: ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. Ζεὺς δ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο: αὐτὰρ ὅγ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ ἐτίνασσεν τυτθὸν ἐπ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν: νυκτὶ δ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι: κελαινὴ δ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ ἰδέσθαι ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. οἱ δ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱῆες Φρίξοιο φέρονθ ὑπὸ κύμασιν αὔτως. ἱστία δ ἐξήρπαξ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχ ἐάξε τινασσομένην ῥοθίοισιν. ἔνθα δ ὑπ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες δούρατος ὠρέξαντο πελωρίου, οἱά῀ τε πολλὰ ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις. καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο, κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. αὐτίκα δ ἐρράγη ὄμβρος ἀθέσφατος, ὑε῀ δὲ πόντον καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. τοὺς δ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετ ἠιόνας βάλε νήσου νύχθ ὕπο λυγαίην: τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμ ἠελίω: ͺ τάχα δ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον:?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION