- 텍스트

Apollodorus, Argonautica, book 2 17:

(아폴로도로스, 아르고나우티카, book 2 17:)

Τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη φυταλιὴ καρποῖο μελίφρονος:? οὐδὲ μὲν οἵγε ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν. Τοὺς δὲ μετ αὐτίκ ἔπειτα Γενηταίου Διὸς ἄκρην γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν. ἔνθ ἐπεὶ ἄρ κε τέκωνται ὑπ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι: ταὶ δ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται. Ἱρὸν δ αὖτ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀν οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἐάσιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται: ὅσσα δ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς φορβάδες, οὐδ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται, λιμῷ μιν κεῖν ἦμαρ ἐνικλείσαντες ἔχουσιν. Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι: λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη. ἤδη καί τιν ὕπερθεν Ἀρήιον ἀίσσοντα ἐνναέτην νήσοιο δι ἠέρος ὄρνιν ἴδοντο, ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν ἧκ ἐπί οἱ πτερὸν ὀξύ: τὸ δ ἐν λαιῷ πέσεν ὤμῳ δίου Οἰλῆος: μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος: οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης, ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατήορον: ἐκ δ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος: ἀλλά μιν ἡρ´ως Εὐρυτίδης Κλυτίος--πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἧκε δ ἐπ οἰωνὸν ταχινὸν βέλος--αὐτὰρ ἔπειτα πλῆξεν: δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. τοῖσιν δ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο: "Νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς: ἴστε καὶ αὐτοὶ τούσδ ὄρνιθας ἰδόντες. ἐγὼ δ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν ἄλλην μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ ἐπικέλσαι μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ ἤλυθεν Ἀρκαδίηνδε, πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι, τὸ μέν τ ἐγὼ αὐτὸς ὄπωπα. ἀλλ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων δούπει ἐπὶ σκοπιῆς περιμήκεος: αἱ δ ἐφέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. τῶ καὶ νῦν τοίην τιν ἐπιφραζώμεθα μῆτιν: αὐτὸς δ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, ἡμίσεες μὲν ἐρέσσετ ἀμοιβαδίς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ ἀυτὴν ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ ὕπερθεν. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.?

상위

Apollodorus (아폴로도로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION